Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὦκα διηνεκέως δινεύμενος οὐκ ἀπολήγει.
  2. Τοῦ δὲ δύω πόλοι εἰσὶ καταντιπέρην ἀσάλευτοι,
  3. ὃς μὲν ἐπὶ κρυεροῦ Βορέω πνοιῇσιν ἀρηρὼς
  4. καὶ κεφαλῆς ἀγχοῦ βαιῆς κυνοσουρίδος Ἄρκτου,
  5. ἄλλος δʼ ἐν διερῷ Νότῳ ἵσταται· ἀλλʼ ὃ μὲν ὑψοῦ
  6. κεῖται ὑπερχθόνιος, Νότιος δʼ ἀίδηλος ὑπ’ αἶαν.
  7. Κύκλοι δʼ οὖ πολλοὶ καὶ ἀπείριτοι οὐρανοῦ εἴσω
  8. δινεῦνται, τοὺς αὐτὸς ἀεὶ σφαίρης στροφάλιγγι
  9. τεύχει ἑλισσομένων ἄστρων κατʼ ἀπείριτον οἶμον.
  10. τῶν δέ τε πάντων εἰσὶ πανέξοχοι ἐννέα κύκλοι,
  11. δοιοὶ μὲν προτίοπτοι ἰδʼ ὀφθαλμοῖσιν ὁρητοί,
  12. οἱ δʼ ἄλλοι μήτι μερόπων πραπίσιν τε νοητοί.
  13. ἑπτʼ ἀιδεῖς μὲν ἔασιν ἰδʼ ἐν φρεσὶ μοῦνον ὁρητοί,
  14. ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί·
  15. ὃς μὲν γὰρ πρῶτος --- --- πόλου δινεύμενος ὑψοῦ,
  16. ὅντε Βόρ ειον φῶτες ἐπίκλησιν καλέουσιν·
  17. τὸν δὲ μέτα τροπικὸς θ έρεος πυριλαμπέος ὥρης γίνεται·---
  18. τείνονται μεσάτοιο, διʼ οὗ θοὸν ἅρμα τιταίνων
  19. ἴσην Ἠέλιος τεύχει νύκτʼ ἄμβροτον ἠοῖ·
  20. τῷ δʼ ἔπι χειμ ἐρίοιο τροπῆς κύκλος ἐστήρικται·