Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν·
  2. ἀλλʼ ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων·
  3. τεύχει δʼ οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν,
  4. παννυχίδων τελετῶν θʼ ἡγήτορας, ἀλλὰ καὶ ἐσθλούς
  5. μάντιας, ἀστρονόμους καὶ ὁνειροπόλους, προπάροιθεν
  6. ἑζομένους θυσιῶν, μακάρων ἄπο θέqφατα θνητοῖς
  7. φαίνοντας, πτηνῶν τε ποτῆς ἄπο θεσπίζοντας,
  8. πρήξεσι δʼ ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας.
  9. ὅσσοις δʼ οὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν,
  10. τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔν τε βροτοῖσιν
  11. τιόμενοι πολίων ἡγήτορες ἢ βασιλῆες.
  12. ὣς δʼ αὔτως καὶ Θοῦρος ἐπὴν Δί ὸς ἐς δόμον ἔλθῃ,
  13. δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν·
  14. τεύχει καὶ νηῶν ἡδʼ ἱππήων πρυλέων τε
  15. ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον
  16. ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας --- εὖ δεδάασιν·
  17. εἰ δʼ ἄρα μὴ κέντρῳ πέλεται μηδʼ ἐς τόσον εἴη
  18. ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ
  19. τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν.
  20. ἐν δʼ ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει