Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν
  2. ζήλῳ ἀλαστήσαντες ἐπʼ αἴσχεσιν, οἷς τελέουσιν.
  3. Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας
  4. ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων,
  5. οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος
  6. οὔτε φίλων σφετέρων, οὐδʼ οὖ πατέρων ἀλέγοντας·
  7. ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν,
  8. ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν
  9. σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν.
  10. ἐν δʼ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς
  11. Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς,
  12. ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν,
  13. δεινοὺς δʼ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας
  14. κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν
  15. φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας,
  16. 10
  17. καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε
  18. ὄργια γιγνώσκοντας, ὅσ’ ἐν βίβλοις ἐχαράχθη
  19. κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν
  20. ταύτης δʼ οὐκ ἂν ὄναιντοδαημοσύνης· τάδε γάρσφιν
  21. ἀντʼ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί.