Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Αἰητοῦ τε μέσον, καὶ Τόξων ἄγχι κορώνης
  2. ἀκρότατον νεῦρον, θηρὸς φονίοιό τε κέντρον,
  3. ἠδὲ Θυτήριον ἄκρον ἰδ’ ὁπλὰς Κενταύροιο
  4. τέσσαρας· ἐκ δʼ ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο
  5. ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην,
  6. καὶ κνήμας Διδύμων, κορυφῆς θʼ ὕπερ Ὠρίωνος,
  7. καὶ γόναθʼ Ἡνιόχου, γουνός τʼ ἔπι γοργοφόνοιο
  8. δεξιτεροῦ Περσῆος, ὃ δὴ τέταθʼ ὥστε θέοντος.
  9. Ζω δισκὸς δʼ, ὅσπερ τε κατʼ οὐρανὸν ἔπλετο πάντων
  10. εὐτροχάλων κύκλων μάλʼ ἀγαυότατος καὶ ὁρητός,
  11. δώδεχ’ ὑπ εἰδώλοισι κεκασμένος εἶσι διʼ αἴθρης·
  12. ἀμφὶ δʼ ἄρ αὐτὸν κεῖται ὑπʼ ἀστράσι παμφαίνοντα
  13. Κριὸς καὶ Ταῦρος, Δίδυμοι δʼ ἐπὶ τῷδε, μετ’ αὐτοὺς
  14. Καρκίνος ἠδὲ Λέων, στάχυάς τʼ ἐν χερσὶ φέρουσα
  15. 8
  16. Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν,
  17. Χηλαί θʼ, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ
  18. καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶτετάνυνθʼ ἑκάτερθεν
  19. οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο,
  20. Σκορπίος ἐστὶ δʼ ἔπειτα, βίη τʼ ἔπι Τξευτῆρος,
  21. καὶ δὲ καὶ Αἰγόκερως, μεθʼ ὃν Ὑδροχόος τε καὶ χθῦς.—