Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἠὲ πάλην φιλέουσιν ἀμύμονα παγκράτιόν τε.
  2. [*](A)[*](10)
  3. Ἑρμῆς καὶ Κυθέρεια σὺν ἀλλήλοισιν ἐόντες
  4. ῥέζουσιν μούσης ἐπιίστορας εὔφρονας ἄνδρας,
  5. ἤν πως καὶ κερόεσσαν ὁμοῦ Μήνην ἐσίδωνται,
  6. Ἐρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις.
  7. [*](A)[*](11)
  8. Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτʼ ἂν ὦσιν ἂνακτες,
  9. ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα,
  10. καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς
  11. πολλάκις ἤνεγκαν, τιμήν τε φέρουσι μεγίστην.
  12. [*](70)
  13. Ἑρμείας Φαέθων τε μεσουρανέοντες ἔθηκαν
  14. ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃ τε,
  15. καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας
  16. καὶ δόξῃ μεγάλῃ γαυρούμενον, αἴ κεν ἴδηαι
  17. εὐκέραον Μήνην συναφὴν τούτοις ἐπέχουσαν.
  18. [*](E)[*](12)
  19. Πάντοτε μὲν κέντροισιν ἐπὼν κορυθαίολος Ἄρης
  20. τὴν πρῆξιν παρέχων τοῖάπερ ἐκτελέει·
  21. [*](A 13— — — — — —)
  22. ἤτοι λαξευτὰς ἢ τέκτονας ἢ λιθοεργούς.
  23. 88
  24. Ἠέλιος δʼ ἢν τῷδε συνῇ, πυροεργέας ἄνδρας
  25. ῥέζει χαλκοτύπους, ἢ φυσητὰς ὑέλοιο,
  26. ἢ βαφέας μογερούς, ἢ κλιβανέας σκοτοεργούς·