Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ζηνὸς ἄτερ, μόρον αἰνὸν ὑπʼ ἐμφαίνουσι δυναστῶν.
  2. [*](A)[*](7)
  3. Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες,
  4. Μήνην εὖτ’ ἂν ἴδωσι, λέχος τεύχουσʼ ἀθέμιστον,
  5. συγγενικὰς δʼ αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας.
  6. [*](45)
  7. ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο,
  8. δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν,
  9. οὐδέ τι κουριδίους ἄνδρας κατέχουσʼ ἄχρι γήρως,
  10. οὐδὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν·
  11. στειρώδεις γὰρ ἔασιν ἀχρήιά τʼ ὠδίνουσιν.
  12. [*](A)[*](8)
  13. Ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη
  14. μὴ Κρόνῳ ἀντήσειε· τίς ἂν τότε φῶς ἐσίδοιτο;
  15. δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀιδόσδε κάτεισιν·
  16. χροιὴν μὲν φορέουσιν ἀμετροβίων ἐλεφάντων,
  17. 87
  18. ὄγκους δʼ ἀμφὶ δέμας κακοελκέας ἀμφιβαλοῦνται,
  19. δάκτυλα σηπόμενοι λιποσαρκέα νηλέι λύθρῳ·
  20. ταῦτα δʼ ἄτερ Ζηνός τε καὶ εὐπλοκάμου Κυθερείης
  21. ἔσσεται, ὁππότʼ ἐκεῖνοι ἀπόστροφοι ὦσι Σελήνης.
  22. [*](9)
  23. † Ἑρμῆς ὡρονομῶν Μήνης μέτα καὶ Κυθερείης
  24. δύνοντος Κρονίδαο, θεῶν μυστήρια δρῶσιν·
  25. ἢ μούσης ἅπτονται ἐυρρύθμοιο λύρης τε,