Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἔν τε βίᾳ θάνατον λείψει κακοεργέι θυμῷ,
- ἢ σφαγίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν,
- ἢ βρόχον ἀγχονόωντα διʼ αὐχένος ἐνδήσαντες,
- ἢ διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει
- σφονδυλόεντα τράχηλον ἢ ἰνίον ἀκροτομηθείς·
- πνεῦμά θʼ ἐὸν λείψουσι πικρᾶς Μοίρας ὑπʼ ἀνάγκας.
- Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν
- ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο,
- ναυσιβάτας δείκνυσι καὶ ὕδατος ἵστορας ἄνδρας,
- πλωτάρχας σκαφέων, οἳ πολλάκι ναυφθορίῃσιν
- χείματος ὀρνυμένοιο βίον σώζουσι διʼ ἅλμης
- νηχόμενοι Μοίρῃσιν ὑπὸ τρόμον ἐν πελάγεσσιν.
- παμφαίνων δʼ ἀστὴρ κυανοχρώτοιο Κρόνοιο
- Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ἢν ἰσόμοιρος,
- τηνίκα φυομέων βρεφέων γεννήτορα πρῶτον
- μητέρος εἰς Ἀίδην πέμψει νεκυηπόλος Αἶσα,
- κτήματά τʼ ἐκβάλλει πατρώια καὶ μέγαν ὄλβον,
- καί τε κασιγνήτων θάνατον ὁρόωσι προόντων, [*](306—317═IV, 478—489.—318 sq.═ IV, 50 sq. — 320 ═ IV, 490.—321—338═IV, 395—413.)
- κἀκ πολλῶν θανάτων πλοῦτον μέγαν αὐξήσουσιν.
- ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ
98