Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ζεὺς ῥέζει κρατέοντας ἐλαιορόοιο παλαίστρης,
  2. Κύπρις πορφυρέοισιν ἐν εἵμασιν ἀρχιερῆας,
  3. καὶ Κρόνος εὐδόξως ἀγορανόμον ἐστεφάνωσεν·
  4. Ἄρης δʼ εὐτόλμους στρατιῆς ἡγήτορας ἄνδρας,
  5. Ἠέλιος δʼ ὕπατον, Μήνη δέ τοι ἀρχιδικαστήν,
  6. Ἑρμῆς κοσμητῆρας ἑῆς ἐποίησε πόληος.
  7. [*](A)[*](20)
  8. Αἰγόκερῳ Κύπρις τε καὶ Ὑδροχόῳ παρεοῦσα
  9. σύν τε Κρόνῳ καὶ Ζηνὶ κακὴ κατὰ πάντα τέτυκται,
  10. ἢν συναφὴν πρώτοιο λάβῃ πολιοῖο Κρόνοιο,
  11. Ἄρεος εἰσβλέψαντος ὁμοῦ Μήνην Παφίην τε
  12. σύν τε Κρόνῳ βλαβερῷ· δυστλήμονες ἀνέρες οὗτοι
  13. μαινόμενοι βαίνουσιν ἑῆς ἐπὶ λέκτρα τεκούσης·
  14. ἢν δʼ ἀκτῖνα λάβωσι πυραυγέος Ἠελίοιο,
  15. μητρυιαῖς μίσγοντʼ ἢ παλλακίσιν γενετήρων,
  16. οὕνεκα τὴν προτέρην κακίην σβέσεν Ἠελίου ἴς.
  17. [*](A)[*](21)
  18. Μήνη θηλυτέροισιν ἐπεμβαίνουσα τόποισιν
  19. ἀντίον Ἠελίοιο, καὶ ὡρονόμοιο τυχοῦσα,
  20. ἀνέρα γεννήσει μόνον οὔνομα, πάντα δὲ θῆλυν,
  21. πάντα γυναικὸς ἔχοντα καὶ αἴσχεα καὶ φιλότητα.
  22. ἢν δὲ μεσουρανέῃ Φαίνων Ἄρης τε κραταιός,