Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

--- καὶ ἡ τῶν πιθανῶν ἰδέα καὶ προσαγωγὸς τοῦ δικαστοῦ. [*]((710) Ald. 522 Walt.) οὐ γὰρ μικρόν ἐστιν εἰπεῖν, ἀδελφός εἰμι, πατήρ εἰμι καὶ υἱός εἰμι· ταῦτα γὰρ πρός τι, καὶ γείτων καὶ ἐχθρὸς ἦν, καὶ οὐχ ὅμοιος, καὶ κρείττων ἦν, καὶ ἀδυνατώτερος καὶ νεώτερος καὶ εὐνούστερος καὶ τραχύτερος, ἢ καὶ πρεσβύτερος, καὶ προσφιλέστερος, καὶ πλουσιώτερός τι εἰπεῖν, καὶ κακουργότερος, καὶ τἆλλα ἐκ τούτων εὔδηλα, πολλὰ δʼ ἂν εἴη.

Ἔτι τοίνυν καὶ τὸ καὶ χωρία καὶ πραγμάτων ὑποδοχάς. γίνονται δὲ κἀν τούτοις τὰ δίκαια, καὶ παρὰ τὰ χωρία τὸ ἄδικον οὐκ ἐχρῆν ἐνταῦθα ἀποκτεῖναι, καὶ ἑτέρωθι δεινὸν τὸ πραχθὲν καὶ ἐν τούτῳ τῷ χωρίῳ γενόμενον· οἷον ἐν ἐκκλησίᾳ, ἐν τῷ ἱερῷ, κατὰ τὴν ἐμὴν οἰκίαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν ἐρημίᾳ δεινότερον, καὶ τὸ ἐν ὄρει χαλεπώτερον. Ἀθήνησιν, ἐν Λακεδαίμονι, παρὰ βαρβάροις, ἐν νηΐ, ἂν τύχῃ, ἐπ᾿ ἄλλου χωρίου. καὶ λοιπὸν εἰδείης ἂν ἀπὸ τῶν τόπων ἐννοίας παρατίθεσθαι δικαίας εἰς τὸ προκείμενον καὶ ψυχαγωγούσας.

Ὁ χρόνος δὲ διαιρούμενος οὐδὲ ἀριθμῆσαι ῥᾴδιον ὅσα σοι συντελεῖ· τὸ γὰρ κατὰ χρόνον πότερα νῦν οὐκ ἐχρῆν, ἀλλὰ πέρυσι καὶ προπέρυσιν, ὅτε ἔδωκεν ὁ νόμος, γράφεσθαι, καὶ μετὰ τοῦτο ἔξεστι. χρόνον δὲ ὁρίζω καὶ τὴν ἑορτήν, Διονύσια, Παναθήναια, πόλεμον, εἰρήνην, ἡλικίαν νεωτέρου καὶ πρεσβυτέρου, συμπόσιον, νύκτα

300
σκοτεινήν, ἐπισέληνον, χειμῶνα, ἑτέραν ὥραν· καὶ ὁ καιρὸς ἐν χρόνου μοίρᾳ, καὶ τὸ πρότερον καὶ τὸ νῦν καὶ τὸ μέλλον.

[*](553)

Ἀλλὰ καὶ τὸ ἔχειν οὐ σμικρόν ἐστιν ἐν τούτοις, ὅτι ξίφος εἶχεν, ὑποδήματα εἶχε, χρυσίον, ἐσθῆτα, ἀσπίδα, δόρυ, πάντα ὅσα σκεύη κέκληται.

[*]((711))

Τὸ δὲ κεῖσθαι σχῆμα μὲν δηλοῖ, ῥᾴδιον δὲ καὶ ἀπὸ τούτου συλλέγειν ἀφορμὰς τῶν λόγων· δευρὶ τὴν χεῖρα, ἀλλʼ οὐ δευρὶ μετήνεγκεν, οὕτως ἥσθητο, οὕτως ἐνεώρα μοι, ὀρθὸς ἦν, καὶ προσεκεκύφει τῇ γῇ· πλάγιοι ἦσαν καὶ τὰ γυμνὰ ἐδείκνυσαν, ὥστε βάλλεσθαι· πλαγίους τοὺς ἵππους εἶχον, ὥστε μὴ ἀμύνεσθαι ἀπέστραπτο, οὐκ ἄρα προσέσχεν· κατὰ νώτου με εἶχεν ὕπτιος ἦν, πῶς οὖν ἑώρα; ταῦτα οὖν λογιζόμενος καὶ τὰ ὅμοια τούτοις δόξεις τι λέγειν περὶ τοῦ πράγματος καὶ πίστεις παρέχεσθαι τῆς ἀληθείας.

Τὸ δὲ ποιεῖν σἴτιόν ἐστιν ἄνευ γὰρ αἰτίας οὐδὲν ἄν ποτε γένοιτο· διαιροῦμεν δὲ τὰς αἰτίας, ἑκών, ἐξ ἀνάγκης, διʼ αἰσχροκέρδειαν, δι᾿  ἀηδίαν, τῇ χειρὶ ἐποίησε, τοῖν ποδοῖν, τῷ ὀφθαλμῷ, τῇ κεφαλῇ, ξίφει, δόρατι, βέλει, κακίᾳ, ἀπλότητι, τῷ αὐτομάτῳ.

Τὸ δὲ πάσχειν τοῦτο πολλαχῆ διαιροῦμεν, ὅτι πέπονθας εἰς τὸ σῶμα, εἰς τὴν ψυχήν, εἰς τὰ ἐκτός, εἰς δόξαν, εἰς χρήματα, εἰς πάντα. παθεῖν οὐκ ἐδύνατο, ἔστιν οἷον παθεῖν, ἔστιν οἷον μὴ παθεῖν, καὶ γὰρ ἀπαθῆ τινά ἐστι. λάμβανε οὖν τὰ ἐναντία κἀν τῷ πάσχειν εἰς ἀφορμὰς λόγων τῶν πρὸς ζήτησιν συντεινόντων.

[*](554)

Ἑτέρα διαίρεσις ἥδε λόγους ἐνδίδωσιν ἡ κατὰ τὰς αἰσθήσεις γινομένη· καὶ γὰρ ἀπὸ τούτων μέθοδος εὑρέσεως γίνεται, καὶ πραγματεύου τὰς πίστεις λαμβάνειν ἀναλογιζόμενος, ὧν εἶδες ὁμοίων ἢ ἀνομοίων τῷ ζητουμένῳ, καὶ προσεικάζων τὰς δόξας ἀναλόγως ὧν ἤκουσας.

301
τὰ γὰρ παραδείγματα καὶ τὰ ἐνθυμήματα ἐξ ὧν ἠκούσαμεν ἔρχεται, ἢ ὦν ἐπάθομεν ἢ ὧν ἐποιήσαμεν ἁπτόμενοι γευόμενοι πᾶσαν αἴσθησιν αἰσθανόμενοι.

Πρὸς τούτοις ἕτερον εἶδος διαιρέσεως τόδε ἀνυστικώτατον εἰς εὕρεσιν, τὰ συμβεβηκότα καὶ τὰ συνυπάρχοντα τοῖς προσώποις τε καὶ πράγμασι διαβλέπειν, τύχας, τέχνας, ἡλικίας, γένη, πλούτους, τρόπους, ἤθη, δόξας, ἀδοξίας, πράξεις, ἀργίας, καὶ ὅσα ἄλλα πρὸς τούτοις ὑπάρχει ἑκάστῳ· ἔτι τῶν πραγμάτων τρόπους, κοιωνίας, ἐρημίας, καταμονὰς σὺν ἑτέροις, τίνι ὅμοια, τίνι ἀνόμοια, τίνι τὰ αὐτὰ τίνα ὄντα, ἐν τίσιν ὄντα, πόθεν ἀρχόμενα, παυόμενα, τίνας ἔχοντα τὰς αἰτίας, τίνας ἀνάγκας, φανερὰς καὶ ἀφανεῖς αἰτίας, καὶ ὅσα ἂν αὐτὸς εὕροις. πάντα μέντοι εἰς ταῦτα ἀνενεχθήσεται· ὑπαρχέτω δὲ καὶ τούτοις ἥ τε τῶν τελικῶν κεφαλαίων θέσις ἐπὶ τῷ ζητήματι, καὶ τὸ ἐφαρμόζειν τὰ τελικὰ καὶ γενικὰ καὶ τυπώδη τοῖς εἰδικωτάτοις καὶ ἐμπεριεχομένοις τοῖς ἀμφισβητουμένοις πράγμασι. ταῦτα γὰρ πρὸς ἄλληλα διαιρούμενα τὰ γένη καὶ εἴδη τῶν ζητημάτων, καὶ τὰ ἐν ὀργάνων μοίρᾳ καθεστηκότα, καὶ ὀργάνων αἱ καλούμεναι πίστεις καὶ τόποι πίστεων καὶ ἀφορμαὶ πολλὴν ἀφθονίαν ἐγείρουσι λόγων.

Ἐπειδὴ δὲ εἴρηται καὶ περὶ τούτων ἀποχρώντως τε καὶ μετρίως, μνημονευτέον ἐστὶ τῶν ἐπιλόγων, ὧν ἡ μὲν δύναμις καὶ τὸ ἔργον ἀναμνῆσαι τὰ εἰρημένα ταῖς ἐπανόδοις, αὐξῆσαί τε τὸ ὁμολογηθὲν εἴτε κρεῖττον εἴτε [*](555) καὶ χεῖρον τοῖς μερισμοῖς καὶ τῇ παραθέσει τῶν ὁμοίων καὶ τῶν ἐναντίων ὅταν γὰρ ἀποδειχθῇ τι πρᾶγμα, οὕτω τὸ πρᾶγμα αὔξεται. χρηστέον δὲ τοῖς ἐπιλόγοις ὥσπερ καὶ τοῖς προοιμίοις πολλαχῆ· καὶ γὰρ ἐν τοῖς καθʼ ἕκαστον ἀποδεικνυμένοις τὸ εἶδος αὐτῶν χρήσιμον, καὶ πρὸς τῷ τέλει τοῦ λόγου δραστήριον καὶ καταπρακτικόν,

302
τόν τε δικαστὴν παροξύνει δοῦναι ψῆφον ἣν βούλεται, ἢ τοὐναντίον ὡς ὁ φεύγων παραιτεῖται. αὔξει δὲ μάλιστα ἡ αἰτία καὶ τὸ τέλος, ἐὰν ἐξετάσῃς τὰ συμβαίνοντα ἐξ ἑκά`στου καὶ τὰς ἀρχὰς τῶν πραγμάτων· αὐτὸ γὰρ ἕκαστον κατὰ μόνας μικρόν, ἕτερον δὲ ἐξ ἑτέρου δεικνύων, ὡς ἀποβαίνειν πέφυκεν, αὐξήσεις καὶ τὰ μὴ γενόμενα, γενέσθαι δὲ ὅμως δυνάμενα τῷ πράγματι προστιθείς. δῆλον δὲ ὅτι καὶ καθαιρεῖται τοῦ πράγματος τὸ μέγεθος καὶ [*]((712)) ἡ ἀξία τῷ ἐναντίῳ, ὅταν ἐλέγχῃς τὴν αὔξησιν τοῦ κατηγοροῦντος καὶ τοὺς λόγους καὶ τὰ παλαίσματα τῆς τέχνης, ἀφαιρῶν μὲν αὐτοῦ τὰ μὴ γενόμενα, μόνα δὲ τηρῶν τὰ πεπραγμένα, καὶ ταῦτα ἐλαττῶν τοῖς σμικροτέροις ἀπείκαζε καὶ δείκνυε, ὅτι οὕτως ἂν πᾶν παντὶ ὅμοιον γένοιτο καὶ τὸ σμικρότατον τῷ μεγίστῳ, εἴ τις τὰ μὴ συμβάντα διεξίοι, καὶ λογίζοιτο ὡς γεγονότα, καὶ τῶν αὐτῶν τιμημάτων καὶ κολάσεων πάντα δεήσεται· τοῦτο δὲ τῶν ἀδικωτάτων, μίαν τιμωρίαν εἶναι πᾶσι τοῖς ἀδικήμασι. τοιαῦτα πρὸς τὴν αὔξησιν λεκτέον, καὶ διὰ τούτων τὸ πρᾶγμα σμικρότατον ποιεῖν ἐπιχειρητέον, ἐξ ὧν τὴν ὀργὴν τῶν δικαζόντων τιθασσεύοντες ἐκλύσομεν. αἱ δὲ [*](556) ἀφορμαὶ αἱ τῶν πίστεων τοῖς ἐπιλόγοις ἐκ τῆς αὐτῆς διαιρέσεως ἧς διῃρήκαμεν, (καὶ ὅτι μὲν) μέγα ἐστὶν ἢ μικρὸν καὶ φαῦλον τὸ πρᾶγμα τοῦτο κατασκευάζειν ἐν τοῖς ἐπιλόγοις εἰώθαμεν, τὸ δὲ εἰ γεγένηται ἢ μή, δεῖται ἑτέρων ἀποδείξεων καὶ τῆς πρώτης ψήφου τὸ τοιοῦτον καὶ τοῦ πρώτου λόγου.