Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι ἐξ οὐκ ὄντων γενόμεναι, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχει, <οὐδ᾿ ἐξ> ἑκάστης τούτων δύναται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεός, ἴνα λόγος ὑπουργῇ.

ἐκ πυρὸς εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω. ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα.

ἐξ ὕδατος δὲ ζῷα νηκτὰ εἶναι θέλω καὶ πτηνά, ἄρσενα καὶ θήλεα — οὕτω γὰρ ἐκέλευσεν ὁ θελήσας θεὸς γόνιμον εἶναι τὴν ὑγρὰν οὐσίαν· ὁμοίως ἐκ γῆς ἑρπετὰ καὶ θηρία καὶ παντοδαπῶν ζῴων ἄρσενα καὶ θήλεα· οὕτως γὰρ ἐνεδέχετο ἡ τῶν γεγονότων φύσις. ὅσα γὰρ ἠθέλησεν, ἐποίει ὁ θεός. ταῦτα λόγω ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα ἢ ὡς ἐγένετο.

ὅτε δὲ [ἢ] ὡς ἠθέλησε καὶ ἐποίησεν, ὀνόματι καλέσας [*](3ff vgl. G. Noetos 10 S. 50, 27ff L. — 4 ἐνδιάθετον] stoisch, s. Zeller III 1 4 S. 68f — 5 vgl. G. Noetos 11 S. 51, 14 δύναμις γὰρ μία ἡ ἐκ τοῦ παντός, τὸ δὲ πάν πατήρ, ἐξ οὗ δύναμις λόγος — 9 πρωτότοκος] Hebr. 1, 6; Röm. 8, 29 11 ἀρέσκον] Gen. 1, 31? — 12 πληθύνοντα] Gen. 1, 22 — 20—22 Gen. 1, 20—25) [*](1 ὑπεκεῖνα Ρ, Accent über ε wieder ausgestrichen 6 γεννηθέν. καὶ We.: γεννηθῆναι Ρ, γεννηθέν Gö. 7 αὐτῶ Ρ γεγενηκότος Ρ 8 τῷ Miller: τὸ 9 φωνή Bunsen, doch s. Ζ. 4 εἶχεν Wordsworth: ἔχειν Ρ, ἔχει Miller 9f τῷ πατρὶ προεννοηθείσας Petersen: ἐν τώ πατρικῶ ἐννοηθείσας Ρ, νοῒ (νῷ) πατρικῷ ἐννοηθείσας Scott 11 ἀπετέλει <κατὰ Holl> τὸ ἀρέσκον Wordsworth: ἀπετελεῖτο ἀρέσκων Ρ 13 ἢ > Miller 16 ὑπάρχει Miller: ὑπάρχειν Ρ, ὑπάρχουσιν Gö. + οὐδ᾿ ἐξ We., οὔτ’ ἐξ Bunsen Gö. ἑκάστης Bunsen: ἑκάστη Ρ δῦνται 17 ὑπουργεῖ corr. in ὑπουργῆ Ρ 20 νενόμικα] über ι etwas geschrieben (ει ?) 21 θέλω Bunsen: θέλων Ρ, λέγω Roeper 26 ἢ > Miller)

290
ἐσήμηνεν. ἐπὶ τούτοις τὸν πάντων ἄρχοντα δημιουργῶν ἐκ πασῶν συνθέτων οὐσιῶν ἐσκεύασεν· οὐ θεὸν θέλων ποιεῖν ἔσφηλε, οὐδὲ ἄγγελον — μὴ πλανῶ —, ἀλλ’ ἄνθρωπον. εἰ γὰρ θεόν σε ἠθέλησε ποιῆσαι, ἐδύνατο· ἔχεις τοῦ λόγου τὸ παράδειγμα· ἄνθρωπον θέλων, ἄνθρωπόν σε ἐποίησεν· εἰ δὲ θέλεις καὶ θεὸς γενέθαι, ὑπάκουε τῷ πεποιηκότι καὶ μὴ ἀντίβαινε νῦν, ἴνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθεὶς καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇς. τούτου ὁ λόγος μόνος ἐξ αὐτοῦ.