Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ Ἡρακλειανὸς ἀνελὼν τὸν Κώνσταντα, φύλακας ἐπέστησεν ἐν τοῖς λιμέσι καὶ ταῖς ἀκταῖς τῆς Ἀφρικῆς, καὶ τὰ πλοῖα τῶν ἐμπόρων ἐκώλυσεν εἰς Ῥώμην ἀνάγεσθαι. Λιμοῦ δὲ ἐντεῦθεν καταλαβόντος τοὺς Ῥωμαίους, πρεσβεύονται περὶ τούτου πρὸς Ἄτταλον.

Ὁ δὲ πρὸς τὸ πρακτέον ἀμηχανῶν, ἐπανῆλθεν εἰς Ῥώμην, ὡς μετὰ τῆς συγκλήτου συμβουλευσόμενος. Ἐπικρατήσαντος δὲ τοῦ λιμοῦ ἐπὶ τοσοῦτον, ὡς καστάνοις ἀντὶ σίτου κεχρῆσθαι

901
τὸν δῆμον, ὑπονοηθῆναι δέ τινας καὶ ἀνθρωπίνων ἀπογεύσασθαι κρεῶν, Ἀλάριχος μὲν συνεβούλευε πεντακοσίους βαρβάρους κατὰ Ἡρακλειανοῦ πέμπειν:

τῇ δὲ συγκλήτῳ καὶ Ἀττάλῳ ἐδόκει, μὴ δεῖν πιστευθῆναι βαρβάροις τὴν Ἀφρικήν. Ἐπεὶ δὲ δῆλον ἦν τὸν Θεὸν ἀντιπράττειν τῇ Ἀττάλου βασιλείᾳ, συνιδὼν Ἀλάριχος μάτην πονεῖν ἐπὶ πράγματι οὐκ ἐν αὐτῷ κειμένῳ, συντίθεται περὶ καταλύσεως τῆς αὐτοῦ ἀρχῆς πρὸς Ὁνώριον, ὑποσχέσεις λαβών.

Πάντων τοίνυν συνελθόντων πρὸ τῆς πόλεως, ἀποτίθεται Ἄτταλος τὰ σύμβολα τῆς βασιλείας: συναποτίθενται δὲ τὰς ζώνας καὶ οἱ αὐτοῦ ἄρχοντες, καὶ συγγνώμην ἐπὶ τοῖς συμβεβηκόσι νέμει πᾶσιν Ὁνώριος, ἕκαστον ἔχειν τὴν τιμὴν καὶ τὴν ἀξίαν ἧς προτοῦ μετελάγχανεν.

Ἄτταλος δὲ ἅμα τῷ παιδὶ, Ἀλαρίχῳ συνῆν, οὐκ ἂν οὐκ ἀσφαλὲς τέως ἡγούμενος ἐν Ῥωμαίοις διάγειν.

902