Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Χρονίας δὲ

895
γενομένης τῆς πολιορκίας, λιμοῦ τε καὶ λοιμοῦ τὴν πόλιν πιέζοντος, δούλων τε πολλῶν, καὶ μάλιστα βαρβάρων τῷ γένει, πρὸς τὸν Ἀλάριχον αὐτομολούντων, ἀναγκαῖον ἐδόκει τοῖς ἑλληνίζουσι τῆς συγκλήτου,

θύειν ἐν τῷ Καπιτωλίῳ καὶ τοῖς ἄλλοις ναοῖς. Θοῦσκοι γάρ τινες ἐπὶ τοῦτο μετακληθέντες παρὰ τοῦ ὑπάρχου τῆς πόλεως, ὑπισχνοῦντο σκηπτοῖς καὶ βρονταῖς ἀπελάσειν τοὺς βαρβάρους: ηὔχουν δὲ τοιοῦτον αὐτοῖς εἰργᾶσθαι καὶ περὶ Λαρνίαν πόλιν τῆς Θουσκίας,

ἣν παριὼν Ἀλάριχος ἐπὶ τὴν Ῥώμην οὐχ εἷλεν. Ἀλλὰ τούτων μὲν οὐδὲν ὄφελος ἔσεσθαι τῇ πόλει, ἡ ἀπόβασις ἔδειξε. Τοῖς γὰρ εὖ φρονοῦσιν, ὑπὸ θεομηνίας κατεφαίνετο ταῦτα συμβαίνειν Ῥωμαίοις, κατὰ ποινὴν ὧν προτοῦ ὑπὸ πολλῆς ῥαστώνης καὶ ἀκολασίας εἰς αὐτοὺς καὶ ξένους ἀδίκως ἥμαρτον.

Λέγεται γοῦν ἀγαθός τις τῶν ἐν Ἰταλίᾳ μοναχῶν,

896
σπεύδοντι ἐπὶ Ῥώμην Ἀλαρίχῳ παραινέσαι, φείσασθαι τῆς πόλεως, μηδὲ τηλικούτων αἴτιον γενέσθαι κακῶν: τὸν δὲ φᾶναι, ὡς οὐχ ἑκὼν τάδε ἐπιχειρεῖ: ἀλλά τις συνεχῶς ἐνοχλῶν αὐτὸν βιάζεται, καὶ ἐπιτάττει τὴν Ῥώμην πορθεῖν: ὃ δὴ τελευτῶν ἐποίησεν.

Ἐν ᾧ δὲ ἐπολιόρκει, πλεῖστα δῶρα λαβὼν, ἐπὶ χρόνον τινὰ πολιορκίαν ἔλυσε, συνθεμένων Ῥωμαίων τὸν βασιλέα πείσειν εἰς εἰρήνην αὐτὸν δέχεσθαι.