Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τότε γοῦν Πέρσαι μὲν εἰς μάχην κεκινημένοι, ἑκατοντούτεις

889
σπονδὰς πρὸς Ῥωμαίους ἔθεντο. Στελίχων δὲ ὁ τῆς Ὁνωρίου στρατιᾶς ἡγούμενος, ὕποπτος ὢν ὡς Εὐχέριον τὸν υἱέα τὸν ἑαυτοῦ σπουδάζων ἀναγορεῦσαι βασιλέα κατὰ τὴν ἕω, κτίννυται παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν.

Οὗτος δὲ πρότερον, ἔτι περιόντος Ἀρκαδίου, καταστὰς εἰς ἐχθρὰν τοῖς αὐτοῦ ἄρχουσιν, ἐβεβούλευτο παῤ ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. Καὶ στρατηγοῦ Ῥωμαίων ἀξίαν προξενήσας Ἀλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων, προὐτρέψατο καταλαβεῖν τοὺς Ἰλλυριούς.

Καὶ ὕπαρχον αὐτὸν καταστάντα τὸν Ἰόβιον προπέμψας, συνέθετο καὶ αὐτὸς συνδραμεῖσθαι μετὰ τῶν Ῥωμαίων στρατιωτῶν,

ὥστε καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν Ὁνωρίου δῆθεν ἡγεμονίαν ποιῆσαι. Καὶ ὁ μὲν Ἀλάριχος ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ γῆς βαρβάρου, οὗ διῆγε,

890
παραλαβὼν τοὺς ὑπ̓ αὐτὸν, ἦγεν εἰς τὰς Ἠπείρους: καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον, ἄπρακτος ἐπανῆλθεν εἰς Ἰταλίαν. Μέλλων γὰρ ἐκδημεῖν κατὰ τὰ συντεθειμένα, Ὁνωρίου γράμμασιν ἐπεσχέθη.

Ἐπεὶ δὲ ἐτελεύτησεν Ἀρκάδιος, ὥρμησε μὲν Ὁνώριος φειδοῖ τῇ περὶ τὸν ἀδελφιδοῦν ἐπανελθεῖν εἰς Κωνσταντινούπολιν, καὶ πιστοὺς ἄρχοντας καταστῆσαι τῆς αὐτοῦ σωτηρίας καὶ βασιλείας. Ἐν τάξει γὰρ υἱέος αὐτὸν ἔχων,

ἐδεδίει μήτι πάθοι διὰ τὸ νέον ἕτοιμος ὢν πρὸς ἐπιβουλήν. Ἤδη δὲ μέλλοντα ἔχεσθαι τῆς ὁδοῦ, πείθει Στελίχων ἐν τῇ Ἰταλίᾳ μένειν τὸν Ὁνώριον, ἀναγκαῖον εἶναι τοῦτο εἰπὼν, καθότι Κωνσταντῖνός τις ἐτύγχανεν ἔναγχος ἐν Ἀρηλάτῳ τυραννήσας. Θάτερον δὲ τῶν σκήπτρων ὃ Λάβωρον Ῥωμαῖοι καλοῦσι, καὶ γράμματα βασιλέως λαβὼν, ἐπιτρέποντα αὐτῷ τὴν εἰς τὴν ἀνατολὴν ἄφιξιν, ἔμελλεν ἐκδημεῖν,

τέσσαρας ἀριθμοὺς στρατιωτῶν παραλαβών. Ἐν τούτῳ δὲ φήμης διαδραμούσης ὡς ἐπιβουλεύει τῷ βασιλεῖ, καὶ ἐπὶ τυραννίδα τοῦ υἱέος παρασκευάζεται,

891
συμπράττοντας ἔχων τοὺς ἐν δυνάμει, στασιάσαντες οἱ στρατιῶται κτείνουσι τὸν Ἰταλίας ὕπαρχον, καὶ τὸν τῶν Γαλατῶν, καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς ἄλλους τοὺς διέποντας τὰς ἐν τοῖς βασιλείοις ἀρχάς.

Ἀναιρεῖται δὲ καὶ αὐτὸς παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν: ἀνὴρ, εἴπερ τις ἄλλος πώποτε, ἐν πολλῇ δυνάμει γενόμενος, καὶ πάντας, ὡς εἰπεῖν, βαρβάρους τε καὶ Ῥωμαίους πειθομένους ἔχων. Στελίχων μὲν οὖν ὑπονοηθεὶς κακόνους εἶναι τοῖς βασιλείοις, ὧδε ἀπώλετο: κτίννυται δὲ καὶ Εὐχέριος ὁ τούτου υἱός.