Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ ταῦτα ἠγγέλθη, συνέδραμον εἰς τὸ μαρτύριον, ἥ τε βασιλὶς καὶ ὁ ἐπίσκοπος: αὐτίκα δὲ διὰ τῶν ἐπιστημόνων περιαιρεθέντων τῶν σιδηρείων δεσμῶν, εὐπετῶς

887
ἐξειλκύσθη τὸ ἐπίθεμα: ὑπὸ δὲ τοῦτο μύρα πολλὰ,

καὶ ἐν τοῖς μύροις ἀλαβαστροθῆκαι ἀργυραῖ δύο εὑρέθησαν, ἐν αἷς τὰ ἱερὰ λείψανα ἔκειντο. Τότε μὲν οὖν ἡ βασιλὶς εὐχαριστήρια ηὔξατο τῷ Θεῷ, τοσαύτης ἐπιφανείας ἀξιωθεῖσα καὶ τῆς εὑρέσεως ἐπιτυχοῦσα τῶν ἱερῶν λειψάνων: μετὰ δὲ ταῦτα, πολυτελεστάτῃ θήκῃ τιμῶσα τοὺς μάρτυρας, παρὰ τὸν θεσπέσιον Θύρσον κατέθετο, δημοτελοῦς ἑορτῆς, ὡς εἰκὸς, καὶ τῆς προσηκούσης τιμῆς καὶ πομπῆς σὺν ψαλμῳδίαις ἐπιτελεσθείσης, ᾗ καὶ αὐτὸς ἐγὼ παρεγενόμην.

Καὶ τὰ μὲν ὧδε γενέσθαι, οἱ παρατυχόντες τῇ ἑορτῇ μαρτυρήσουσι: σχεδὸν γὰρ ἔτι πάντες περίεισι, καθότι πολλῷ ὕστερον συνέβη, Πρόκλου ἐπιτροπεύοντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.