Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ δὲ ταῦτα συμμαχίας προστεθείσης τοῖς ἐναντίοις, ἐζωγρήθησαν, καὶ ἅμα ταῖς αὐτῶν γαμεταῖς ἀπήχθησαν, καὶ ὕστερον ἀνῃρέθησαν. Ἐν ἑτέραις δὲ ἐπαρχίαις διατρίβοντες Θεοδοσίωλος καὶ Λαγώδιος οἱ αὐτῶν ἀδελφοὶ, φεύγουσι τὴν πατρίδα: καὶ διασώζονται, Θεοδοσίωλος μὲν, εἰς Ἰταλίαν πρὸς Ὁνώριον τὸν βασιλέα:

Λαγώδιος δὲ, πρὸς Θεοδόσιον εἰς ἀνατολήν. Καὶ ὁ μὲν Κώνστας ταῦτα διαπραξάμενος,

908
ἐπανῆλθε πρὸς τὸν πατέρα, φρουρὰν καταστήσας ἀπὸ τῶν στρατιωτῶν τῆς ἐπὶ τὰς Σπανίας παρόδου: ἣν δεομένοις Σπάνοις κατὰ τὸ ἀρχαῖον ἔθος φυλάττειν,

οὐκ ἐπέτρεψεν. Ὃ καὶ αἴτιον γέγονε μετὰ ταῦτα τῆς ἀπωλείας τῶν τῇδε: καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως, ἀναλαβόντες ἑαυτοὺς Οὐανδαλοί τε καὶ Σοῦϊβοι καὶ Ἀλανοὶ, ἔθνη βάρβαρα, τῆς παρόδου ἐκράτησαν, καὶ πολλὰ φρούρια καὶ πόλεις τῶν Ἱσπανῶν καὶ Γαλατῶν εἷλον,

καὶ τοὺς ἄρχοντας τοῦ τυράννου. Κωνσταντῖνος δὲ τέως κατὰ γνώμην πράττειν δοκῶν, Κώνσταντα τὸν υἱὸν ἀντὶ Καίσαρος βασιλέα καταστήσας, ἐβουλεύετο τὴν Ἰταλίαν καταλαβεῖν: καὶ παραμείψας τὰς Κοττίας Ἄλπεις, ἧκεν εἰς Λιβερῶνα πόλιν τῆς Λιγουρίας.