Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, πολλῶν ἀνισταμένων τυράννων ἐν τῇ πρὸς δύσιν ἀρχῇ, οἱ μὲν πρὸς ἀλλήλων πίπτοντες, οἱ δὲ παραδόξως συλλαμβανόμενοι,

οὐ τὴν τυχοῦσαν ἐπεμαρτύρουν Ὁνωρίῳ θεοφίλειαν. Πρῶτον μὲν γὰρ οἱ ἐν Βρεττανίᾳ στασιάσαντες στρατιῶται, ἀναγορεύουσι Μάρκον τύραννον: μετὰ δὲ

906
τοῦτον Γρατιανὸν, ἀνελόντες Μάρκον: ἐπεὶ δὲ καὶ οὗτος οὐ πλέον τεσσάρων μηνῶν διελθόντων ἐφονεύθη παῤ αὐτῶν, πάλιν Κωνσταντῖνον χειροτονοῦσιν: οἰηθέντες καθότι ταύτην εἶχε προσηγορίαν, καὶ βεβαίως αὐτὸν κρατήσειν τῆς βασιλείας.

Ἐκ τοιαύτης γὰρ αἰτίας φαίνονται καὶ τοὺς ἄλλους εἰς τυραννίδα ἐπιλεξάμενοι, Περαιωθεὶς δὲ Κωνσταντῖνος ἀπὸ Βρεττανίας ἐπὶ Βονονίαν πόλιν τῆς Γαλατίας παρὰ θάλασσαν κειμένην, προσηγάγετο τοὺς παρὰ Γαλάταις καὶ Ἀκουϊτανοῖς στρατιώτας: καὶ τοὺς τῇδε ὑπηκόους περιεποίησεν ἑαυτῷ, μέχρι τῶν μεταξὺ Ἰταλίας καὶ Γαλατίας ὅρων, ἃς Κοττίας Ἄλπεις Ῥωμαῖοι καλοῦσι.

Κώνσταντα δὲ τὸν πρεσβύτερον τῶν αὐτοῦ υἱέων, ὃν ὕστερον βασιλέως σχῆμα ἐνέδυσε, Καίσαρα τότε ἀναγορεύσας, πέπομφεν εἰς Σπανίαν: ὁ δὲ, τὸ ἔθνος καταλαβὼν, ἄρχοντας ἰδίους κατέστησε. Καὶ δεσμίους αὐτῷ ἀχθῆναι προσέταξε Δίδυμον καὶ Βερενιανὸν, τοὺς Ὁνωρίου συγγενεῖς: οἳ τὰ πρῶτα διαφερόμενοι

907
πρὸς ἑαυτοὺς, εἰς κίνδυνον καταστάντες ὡμονόησαν: καὶ πλῆθος ἀγροίκων καὶ οἰκετῶν συλλέξαντες, κοινῇ κατὰ τὴν Λυσιτανίαν παρετάξαντο, καὶ πολλοὺς ἀνεῖλον τῶν εἰς σύλληψιν αὐτῶν ἀποσταλέντων παρὰ τοῦ τυράννου στρατιωτῶν