Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ηὔξησε δὲ αὐτῷ τὴν πρὸς τοὺς κληρικοὺς ἀπέχθειαν Σεραπίων, ὃν ἀρχιδιάκονον αὐτοῦ κατέστησεν: ἀνὴρ Αἰγύπτιος, ταχὺς εἰς ὀργὴν, εἰς ὕβριν ἕτοιμος: οὐχ ἥκιστα δὲ καὶ αἱ πρὸς Ὀλυμπιάδα συμβουλαί. Ταύτην γὰρ ἐκ γένους ἐπισημοτάτην οὖσαν, καίπερ νέαν χήραν γενομένην, εἰς ἄγαν δὲ φιλοσοφοῦσαν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, διάκονον ἐχειροτόνησε Νεκτάριος.

Ἰδὼν δὲ αὐτὴν Ἰωάννης τοῖς αἰτοῦσι τὴν οὐσίαν προϊεμένην, καὶ τὰ μὲν ἄλλα

813
ὑπερορῶσαν, μόνα δὲ τὰ θεῖα σπουδάζουσαν, Ἐπαινῶ σου, ἔφη, τὴν προαίρεσιν: ἀλλ̓ οἰκονομικὸν εἶναι δεῖ τὸν κατὰ Θεὸν τῆς ἄκρας ἀρετῆς ἐφιέμενον: σὺ δὲ, πλουτοῦσι πλοῦτον ἐπεισάγουσα, οὐχ̓ ἧττον ἢ εἰς θάλασσαν ἐκχέεις τὰ σά.

Ἢ οὐκ ἐπίστασαι, ὅτι ἑκοῦσα τοῖς δεομένοις διὰ Θεὸν τὴν οὐσίαν ἀνέθηκας: καὶ ὡς ἐπὶ χρήμασι τῆς σῆς δεσποτείας ἐξελθοῦσι διοικεῖν ἐτάχθης, καὶ λόγοις ἔνοχος ἐγένου; ἢν οὖν ἐμοὶ πείθῃ, πρὸς τὴν χρείαν τῶν αἰτούντων τοῦ λοιποῦ μετρήσεις τὴν δόσιν: οὕτω γὰρ πλείους τε εὐεργετήσεις, καὶ ἐλέους καὶ σπουδαιοτάτης κηδεμονίας ἀμοιβῶν τεύξῃ πρὸς Θεοῦ.

Γέγονε δέ τις αὐτῷ διαφορὰ καὶ πρὸς πολλοὺς τῶν μοναχῶν, καὶ μάλιστα τὸν Ἰσαάκιον. Ἠρεμοῦντας μὲν γὰρ ἐν τοῖς αὐτῶν μοναστηρίοις τοὺς ὧδε φιλοσοφοῦντας εἰς ἄγαν ἐπῄνει τε, καὶ ὅπως μὴ ἀδικοῖντο, καὶ τὰ ἐπιτήδεια

814
ἔχοιεν, σφόδρα ἐπεμελεῖτο: ἐξιόντας δὲ θύραζε καὶ κατὰ τὴν πόλιν φαινομένους, ὡς τὴν φιλοσοφίαν ἐνυβρίζοντας, ἐλοιδόρει καὶ ἐπέστρεφεν.

Ἐκ τοιούτων δὴ προφάσεων ἀπηχθάνοντο πρὸς αὐτὸν κληρικοὶ καὶ πολλοὶ τῶν μοναχῶν, καὶ χαλεπὸν καὶ ὀργίλον, σκαιόν τε καὶ ὑπερήφανον ἀπεκάλουν. Ἐπείρουν δὲ διαβάλλειν καὶ πρὸς τὸν δῆμον περὶ τὸν βίον, καὶ τοῦτον πείθειν ὡς ἀληθῆ λέγοιεν, ὅτι μηδενὶ συνήσθιεν, οὔτε ἐπὶ ἑστίασιν καλούμενος ὑπήκουε.

Τούτου δὲ πρόφασιν ἑτέραν λέγειν οὐκ ἔχω, πλὴν ὅτι ἀψευδής τις οἶμαι πυθανομένῳ περὶ τούτου ἔφη, ὡς ὑπὸ ἀσκήσεως τὴν κεφαλὴν καὶ τὸ στόμα τῆς γαστρὸς κακῶς διατεθεὶς, παρῃτεῖτο τὰς ἐν τοῖς ἀρίστοις συνουσίας. Καὶ οἱ μὲν ἐντεῦθεν μάλιστα τὰς μεγίστας ὕφαινον κατ̓ αὐτοῦ διαβολάς.

815