Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ γὰρ οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἀφαιρεθέντες τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐκκλησιῶν ἐπὶ τῆς Θεοδοσίου βασιλείας, πρὸ τῶν τειχῶν ἐκκλησίαζον, νύκτωρ πρότερον ἐν ταῖς δημοσίαις στοαῖς συνελέγοντο, καὶ εἰς συστήματα μεριζόμενοι, κατὰ τὸν τῶν ἀντιφώνων τρόπον ἔψαλλον, ἀκροτελεύτια συντιθέντες πρὸς τὴν αὐτῶν δόξαν πεποιημένα. Ὑπὸ δὲ τὴν ἕω ταῦτα δημοσίᾳ ψάλλοντες, εἰς τοὺς τόπους ἀπῄεσαν,

ἔνθα καὶ ἐκκλησίαζον. Ἐποίουν δὲ ὧδε ἐν ταῖς ἐπισήμοις ἑορταῖς, καὶ τῇ πρώτῃ καὶ τελευταίᾳ τῆς ἑβδομάδος ἡμέρᾳ. Τελευτῶντες δὲ, καὶ πρὸς ἔριν τὰς ᾠδὰς προσετίθεσαν, Ποῦ εἰσὶν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν, καὶ ἕτερα τοιάδε τοῖς ὕμνοις ἀναμιγνύντες.

Δείσας δὲ Ἰωάννης, μή τινες τούτοις ὑπαχθῶσι

811
τῶν ὑπ̓ αὐτὸν ἐκκλησιαζόντων, ἐπὶ τὸν ἶσον τρόπον τῆς ψαλμῳδίας τὸν αὐτοῦ λαὸν προτρέπει. Ἐν ὀλίγῳ δὲ ἐπισημότεροι γενόμενοι, τοὺς ἀπὸ τῆς ἐναντίας αἱρέσεως ὑπερέβαλλον τῷ πλήθει καὶ τῇ προόδῳ.

Καὶ γὰρ δὴ καὶ σταυρῶν ἀργυρᾶ σημεῖα ὑπὸ κηροῖς ἡμμένοις προηγοῦντο αὐτῶν: καὶ εὐνοῦχος τῆς βασιλέως γαμετῆς ἐπὶ τοῦτο τέτακτο, τὴν περὶ ταῦτα δαπάνην καὶ τοὺς ὕμνους παρασκευάζων. Ἐντεῦθεν δὲ ἢ ζηλοτυπήσαντες οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἢ ἀμυνόμενοι τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰς μάχην κατέστησαν.

Καὶ κτείνονταί τινες ἑκατέρωθεν. Ὁ δὲ Βρίσων, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλικῷ εὐνούχῳ, λίθῳ κατὰ τοῦ μετώπου βάλλεται. Κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς, ἔπαυσε τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως τὰς τοιαύτας συνόδους. Οἱ δὲ ἀπὸ τῆς καθολικῆς,

ἐξ αἰτίας τοιᾶσδε τὸν εἰρημένον τρόπον ὑμνεῖν ἀρξάμενοι, καὶ εἰσέτι νῦν οὕτω διέμειναν. Ἰωάννης δὲ ἐκ τούτων, καὶ τῶν ἐπ̓ ἐκκλησίας λόγων, πρὸς

812
μὲν τὸν δῆμον ἐπεδίδου τὸ φίλτρον: μῖσος δὲ πρὸς τοὺς δυναμένους καὶ τοὺς κληρικοὺς ἐκ τῆς κατ̓ αὐτῶν παρρησίας. Τοὺς μὲν γὰρ ἀδικοῦντας ὁρῶν, ἤλεγχε: τοὺς δὲ πλούτῳ, καὶ ἀσεβείᾳ, καὶ ἡδοναῖς ἀσέμνοις διεφθαρμένους, ἀνῆγε πρὸς ἀρετήν.