Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ Ἰωάννης καθαιρεθεὶς, οὐκέτι ἐκκλησίαζε: ἀλλ̓ ἐν τῷ ἐπισκοπικῷ καταγωγίῳ ἠρέμει. Ἤδη δὲ

849
ληγούσης τῆς τεσσαρακοστῆς, κατ̓ αὐτὴν τὴν ἱερὰν νύκτα, ἐν ᾗ ἡ ἐτήσιος ἑορτὴ ἐπὶ ἀναμνήσει τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐπιτελεῖται, ἐξωθοῦνται τῆς ἐκκλησίας οἱ τὰ αὐτοῦ φρονοῦντες, ἐπιθεμένων αὐτοῖς ἔτι μυσταγωγοῦσι στρατιωτῶν, καὶ τῶν αὐτοῦ δυσμενῶν.

Ἀπροόπτου δὲ τούτου συμβάντος, πολὺς περὶ τὸ βαπτιστήριον ἐγένετο θόρυβος, γυναίων μὲν μετ̓ οἰμωγῆς ταραττομένων, παιδίων δὲ κλαιόντων, ἱερέων δὲ καὶ διακόνων τυπτομένων τε, καὶ πρὸς βίαν ὡς εἶχον σχήματος ἐλαυνομένων. Τ̓ ἄλλα δὲ οἷα εἰκὸς ἦν γενέσθαι ἐν ἀταξίᾳ τοσαύτῃ, οἱ μυηθέντες οὐκ ἀγνοοῦσιν: ἐγὼ δὲ ἀναγκαίως σιγήσομαι, μὴ καὶ ἀμύητός τις ἐντύχῃ τῇ γραφῇ.

Αἰσθόμενοι δὲ καὶ τὸ λοιπὸν πλῆθος τὴν ἐπιβουλὴν, τῇ ὑστεραίᾳ καταλιπόντες τὴν ἐκκλησίαν, ἐν δημοσίῳ λουτρῷ πολυχωρήτῳ μάλα, Κωνσταντίου τοῦ βασιλέως ἐπωνύμῳ, τὸ Πάσχα ἐπετέλεσαν, ὑπὸ ἐπισκόποις καὶ πρεσβυτέροις,

850
καὶ λοιποῖς ἄλλοις, οἷς θέμις τὰ περὶ τὴν ἐκκλησίαν διέπειν: οἳ δὴ τῷ λαῷ συνῆσαν, τὰ Ἰωάννου φρονοῦντες.

Ἐλαθέντες δὲ ἔνθεν, συνῆλθον πρὸ τοῦ ἄστεος εἴς τινα χῶρον, ὃν Κωνσταντῖνος ὁ βασιλεὺς μήπω τὴν πόλιν συνοικίσας, εἰς ἱπποδρόμου θέαν ἐκάθῃρε, ξύλοις περιτειχίσας: ἐξ ἐκείνου τε πῆ μὲν ἐνθάδε, πῆ δὲ ἑτέρωθι ᾗ ἐξῆν, ἰδίᾳ ἐκκλησίαζον, καὶ Ἰωαννῖται ὠνομάζοντο.

Περὶ δὲ τοῦτον τὸν χρόνον ἄνθρωπός τις δαιμονῶν ἢ νομιζόμενος, ἐγχειρίδιον ἔχων ὡς ἐπὶ σφαγὴν Ἰωάννου παρεσκευασμένος, οὔπω δὲ ἐπιχειρήσας τῷ πράγματι, φωρᾶται: καὶ ὑπὸ τοῦ πλήθους ὡς ὠνητὸς εἰς τὴν ἐπιβουλὴν συλληφθεὶς, ἄγεται πρὸς τὸν ὕπαρχον. Ἐπισκόπους δέ τινας τῶν ἀμφ̓ αὐτὸν ἀποστείλας Ἰωάννης,

ἐξείλετο τοῦτον πρὶν αἰκισθῆναι. Εἰς ὕστερον δὲ καὶ Ἐλπιδίου πρεσβυτέρου, ὃς προφανὴς ἐχθρὸς διακόνου ἐτύγχανε, δοῦλος δρομαῖος εἰς τὸν ἐπισκοπικὸν οἶκον

851
εἰσβάλλεται. Ἐπιγνοὺς δέ τις αὐτὸν τῶν παρατυχόντων,

ἐπέσχε, τοῦ δρόμου τὴν αἰτίαν πυθόμενος. Ὁ δὲ μηδὲν ἀποκριθεὶς, παραχρῆμα ξιφιδίῳ παίει τὸν ἄνδρα, καὶ μετ̓ ἐκεῖνον ἕτερον ἐπιβοήσαντα τῇ τοῦ πρώτου πληγῇ: νύττει δὲ καὶ τρίτον ἐπὶ τούτοις. Θορυβησάντων δὲ σὺν βοῇ τῶν παρόντων, ὑποστρέψας ἔφυγε. Παρακελευομένων δὲ τῶν διωκόντων τοῖς πόρρωθεν συλλαμβάνεσθαι τὸν φεύγοντα, προσδραμών τις ἐκ βαλανείου λελουμένος ἀναχωρῶν ἐπελάβετο αὐτοῦ, καὶ καιρίαν πληγεὶς ἔκειτο νεκρός.

Ἐπεὶ δὲ κυκλωθεὶς μόλις ὑπὸ τοῦ πλήθους ἐθηρεύθη, ἄγουσιν αὐτὸν εἰς τὰ βασίλεια. Καὶ μαρτυρόμενοι τῶν ἀπεχθανομένων Ἰωάννῃ τὴν ἐπιβουλὴν, καὶ τὸν φονέα καὶ τοὺς ἐπὶ τοῦτο ἀναπείσαντας ἐπεβόων τιμωρίαν δοῦναι. Παραλαβὼν δὲ τοῦτον ὁ ὕπαρχος ὡς ἐπεξιὼν τῇ δίκῃ, διέλυσε τοῦ δήμου τὴν ὀργήν.

852