Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Θεόφιλος δὲ ἀπορῶν ὅ τι χρήσαιτο τοῖς παροῦσιν, οὐκ ἐθάρρει, καίπερ προθυμούμενος, εἰς τὸ φανερὸν διαβάλλειν Ἰωάννην, ὡς παρανόμως μετὰ καθαίρεσιν ἱερωμένον. Ἤιδει γὰρ τοῖς κρατοῦσι προσκρούσων, οἳ διὰ τὴν κίνησιν τοῦ δήμου παραιτούμενον ἐπανελθεῖν ἐβιάσαντο.

Τοῖς δὲ Ἡρακλείδου κατηγόροις δικαστήριον κατὰ ἀπόντος προτέθηκεν, οἰηθεὶς ἐντεῦθεν εὐλογωτέραν πως αἰτίαν εὑρήσειν τῆς Ἰωάννου καθαιρέσεως. Ἀντερούντων δὲ τῶν αὐτοῦ ἐπιτηδείων, ὡς οὐ νόμιμον οὐδὲ ἐκκλησιαστικὸν, τὸν ἀπόντα κρίνεσθαι, τῶν δὲ περὶ τὸν Θεόφιλον τἀναντία ἰσχυριζομένων, ἐπιλαβόμενοι τῆς ἔριδος τὸ λοιπὸν τῶν

844
Ἀλεξανδρέων καὶ Αἰγυπτίων πλῆθος, καὶ ὁ Κωνσταντινουπόλεως λαὸς, εἰς ἀλλήλους ἐχώρησαν: ὡς πολλοὺς τραυματίας γενέσθαι, τινὰς δὲ καὶ ἀπολέσθαι.

Δείσαντες δὲ καὶ Σεβηριανὸς καὶ οἱ ἄλλοι ἐπίσκοποι, πλὴν τῶν τὰ Ἰωάννου φρονούντων, φυγῇ τὴν Κωνσταντινούπολιν ἀπέλιπον. Καὶ Θεόφιλος δὲ αὐτίκα μηδὲν ἀναβαλλόμενος, ἤδη τοῦ χειμῶνος ἀρχομένου, φεύγων ἅμα Ἰσαακίῳ τῷ μοναχῷ ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν. Ἀπὸ δὲ τοῦ πελάγους ὧδε συμβὰν,

κατῇρεν εἰς Γέρας, πόλιν μικρὰν, ἀμφὶ πεντήκοντα στάδια τοῦ Πηλουσίου ἀφεστῶσαν. Τελευτήσαντος δὲ τότε τοῦ ἐνθάδε ἐπισκόπου, οἱ μὲν πολῖται, ὡς ἐπυθόμην, ἐψηφίσαντο Νιλάμμωνα προστατεῖν τῆς αὐτῶν ἐκκλησίας, ἄνδρα ἀγαθὸν, καὶ μοναστικῆς φιλοσοφίας εἰς ἄκρον ἐλθόντα. Ὤικει δὲ πρὸ τοῦ ἄστεος, ἐν οἰκήματι καθείρξας ἑαυτὸν, καὶ λίθοις τὴν θύραν ἀποφράξας. Ἀποφεύγοντα δὲ τὴν ἱερωσύνην, ἐλθὼν πρὸς αὐτὸν Θεόφιλος, συνεβούλευσε καταδέχεσθαι τὴν παῤ αὐτοῦ χειροτονίαν.

Ὁ δὲ πολλάκις παραιτησάμενος

845
ὡς οὐκ ἔπειθεν, Αὔριον εἴ σοι φίλον, ἔφη, πρᾶξον ὦ πάτερ: ὥστέ με σήμερον τὰ κατ̓ ἐμαυτὸν διαθεῖναι. Ἐπεὶ δὲ τῇ ὑστεραίᾳ κατὰ τὰ συγκείμενα ἦλθε, καὶ τὴν θύραν ἀνοίγειν ἐκέλευσεν, Ἄγε δὴ πρότερον, ὁ Νιλάμμων ἔφη, εὐξώμεθα. Καὶ Θεόφιλος ἐπαινέσας, ηὔξατο:

Νιλάμμων δὲ ἐν τῷ εὔχεσθαι τὴν ἐνθάδε κατέλιπε βιοτήν. Τοῦτο δὲ, τὰ μὲν πρῶτα ἠγνοεῖτο Θεοφίλῳ καὶ τοῖς ἀμφ̓ αὐτὸν ἔξωθεν ἑστῶσιν. Ἀναλωθείσης δὲ λοιπὸν τῆς ἡμέρας, ὡς πολλάκις γεγωνότερον καλούντων οὐχ ὑπήκουε, καταβαλόντες τοὺς πρὸ τῆς θύρας λίθους, εὗρον τὸν ἄνδρα νεκρόν: καὶ περιστείλαντες ᾗ ἔδει, δημοσίας ἠξίωσαν ταφῆς: καὶ εὐκτήριον οἶκον περὶ τὸν αὐτοῦ τάφον ᾠκοδόμησαν οἱ ἐπιχώριοι: καὶ ἐπισημότατα εἰσέτι νῦν τὴν ἡμέραν τῆς αὐτοῦ τελευτῆς ἄγουσιν.

Ὁ μὲν δὴ Νιλάμμων ὧδε τέθνηκεν, εἴ γε θάνατον δεῖ καλεῖν, ὃν ὑπομεῖναι ηὔξατο πρὶν ἐπιτραπῆναι τὴν ἱερωσύνην, ἧς ἀνάξιος εἶναι διὰ μετριότητα τρόπων ἡγεῖτο. Ὁ δὲ Ἰωάννης ἐπανελθὼν εἰς Κωνσταντινούπολιν, ἔτι μᾶλλον κεχαρισμένος τῷ λαῷ ἐφαίνετο.

Συνεληλυθότων δὲ τότε

846
ἐν Κωνσταντινουπόλει ἀμφὶ ἑξήκοντα ἐπισκόπων, ἄκυρά τε τὰ ἐν τῇ Δρυῒ πεπραγμένα, καὶ αὐτὸν ἔχειν τὴν ἐπισκοπὴν ψηφισαμένων, διετέλεσεν ἱερώμενος, καὶ χειροτονῶν, καὶ τ̓ ἄλλα περὶ τὴν ἐκκλησίαν ᾗ θέμις τοῖς προεστῶσι, διέπων. Ἡνίκα καὶ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ Ἡρακλείας ἐπίσκοπον κατέστησεν.