Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἤδη γὰρ οὐ μόνον εἶχε ταύτην τὴν προσηγορίαν ἡ πόλις, καὶ γερουσίᾳ καὶ τάγμασι δήμων καὶ ἀρχαῖς ὁμοίως ἐχρῆτο: ἀλλὰ καὶ τὰ συμβόλαια κατὰ τὰ νόμιμα τῶν ἐν Ἰταλίᾳ Ῥωμαίων ἐκρίνετο, καὶ τὰ δίκαια

701

καὶ τὰ γέρα περὶ πάντα ἑκατέρᾳ ἰσάζετο. Μάξιμον δὲ μήτε γεγενῆσθαι ἢ εἶναι ἐπίσκοπον, μήτε κληρικοὺς, τοὺς παῤ αὐτοῦ χειροτονηθέντας: καὶ τὰ ἐπ̓ αὐτῷ ἢ παῤ αὐτοῦ πεπραγμένα, ἄκυρα ἐψηφίσαντο. Τοῦτον γὰρ Ἀλεξανδρέα τὸ γένος ὄντα, Κυνικόν τε φιλόσοφον τὸ ἐπιτήδευμα, σπουδαῖον δὲ περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κλέψαντες τὴν χειροτονίαν, ἐπίσκοπον Κωνσταντινουπόλεως κατέστησαν οἱ τότε ἐξ Αἰγύπτου συνεληλυθότες.

Καὶ τὰ μὲν ὧδε τῇ συνόδῳ ἔδοξε: καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο: καὶ νόμον ἔθετο, κυρίαν εἶναι τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων: παραδοθῆναί τε τὰς πανταχοῦ ἐκκλησίας τοῖς ἐν ὑποστάσει τριῶν προσώπων ἰσοτίμων καὶ ἰσοδυνάμων μίαν καὶ τὴν αὐτὴν ὁμολογοῦσι θεότητα, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος:

τούτους δὲ εἶναι τοὺς κοινωνοῦντας Νεκταρίῳ ἐν Κωνσταντινουπόλει: ἐν Αἰγύπτῳ δὲ Τιμοθέῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας: ἐν δὲ ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις,

702
Διοδώρῳ τῷ Ταρσοῦ, καὶ Πελαγίῳ τῷ ἐπισκόπῳ Λαοδικείας τῆς Σύρων: παρὰ δὲ Ἀσιανοῖς Ἀμφιλοχίῳ τῷ προϊσταμένῳ τῆς ἐν Ἰκονίῳ ἐκκλησίας: ἐν δὲ ταῖς παρὰ τὸν Πόντον πόλεσιν, ἀπὸ Βιθυνῶν μέχρις Ἀρμενίων, Ἑλλαδίῳ τῷ Καισαρείας τῆς Καππαδοκῶν ἐκκλησίας ἐπισκόπῳ, καὶ Γρηγορίῳ τῷ Νύσης, καὶ Ὀτρηΐνῳ τῷ Μελιτίνης: ἐν δὲ ταῖς περὶ Θρᾴκην καὶ Σκυθίαν πόλεσι, Τερεντίῳ τῷ Τομέων,

καὶ Μαρτυρίῳ τῷ Μαρκιανουπόλεως. Τούτους γὰρ καὶ βασιλεὺς αὐτὸς ἐπῄνεσεν ἰδὼν καὶ συγγενόμενος: καὶ δόξα ἀγαθὴ περὶ αὐτῶν ἐκράτει, ὡς τὰς ἐκκλησίας εὐσεβῶς ἀγόντων. Ἐπεὶ δὲ τάδε ἐγένετο, καὶ ἡ σύνοδος τέλος ἔσχεν, οἱ μὲν ἄλλοι ἕκαστος οἴκαδε ἐπανῆλθον.