Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὑπὸ δὲ τοιούτων ἀγομένη ἡ πανταχοῦ ἐκκλησία, πρὸς ὁμοίαν ἀρετὴν καὶ ζῆλον ἀνῆγε τοὺς λαοὺς καὶ τοὺς κλήρους. Οὐ μόνα δὲ ταῦτα τὴν θρησκείαν

777
ἐσέμνυνεν, ἀλλὰ καὶ Ἀβακοὺμ, μετ̓ οὐ πολὺ δὲ τούτου καὶ Μιχαίας πρωτοπροφητῶν,

περὶ τοῦτον τὸν χρόνον ἀναφανέντες. Ἀμφοῖν δὲ τὰ σώματα, ὡς ἐπυθόμην, κατὰ θείαν ὀνείρατος ὄψιν ἀνεδείχθη Ζεβέννῳ τῷ τότε ἐπισκοποῦντι τὴν Ἐλευθερουπόλεως ἐκκλησίαν. Καὶ γὰρ δὴ καὶ τοὔνομα ταύτης ἤστην Κελὰ, ἡ πρὶν Κείλα ὀνομαζομένη πόλις, καθ̓ ἣν ὁ Ἀβακοὺμ εὑρέθη. Καὶ Βηραθσατία χωρίον ἀμφὶ δέκα στάδια τῆς πόλεως διεστώς: περὶ δὲ τοῦτο ὁ Μιχαίου τάφος ἦν, ὃ μνῆμα πιστῶν, ἀγνοοῦντες ὅ, τι λέγουσιν, οἱ ἐπιχώριοι ἐκάλουν, Νεφσαμεεμανᾶ τῇ

778

πατρίῳ φωνῇ ὀνομάζοντες. Ἱκανὰ μὲν οὖν καὶ τάδε πρὸς εὔκλειαν τοῦ Χριστιανῶν δόγματος ἐπὶ τῆς παρούσης βασιλείας συνεκύρησε. Μετὰ δὲ τὴν κατὰ Εὐγενίου νίκην, ἔτι ἐν Μεδιολάνῳ διάγων Θεοδόσιος ὁ βασιλεὺς, ἀρρώστως διετέθη: ἐννοηθείς τε ὁμοῦ τὴν τοῦ Ἰωάννου τοῦ μοναχοῦ προφητείαν,

ὑφωρᾶτο τελευτήν. Ἐν τάχει τε τὸν υἱὸν Ὁνώριον ἐκ τῆς Κωνσταντινουπόλεως μετεκαλέσατο, καὶ παραγενόμενον ἰδὼν, ἔδοξε ῥᾷον ἔχειν, ὡς καὶ ἐπὶ θέαν ἱπποδρομίας αὐτὸν προελθεῖν. Ἐξαπίνης δὲ μετὰ τὸ ἄριστον κακῶς διατεθεὶς, ἐκέλευσε τῷ παιδὶ τὴν θέαν ἐπιτελέσαι: τῆς δὲ ἐχομένης νυκτὸς τὸν βίον μετήλλαξεν, Ὀλυβρίου καὶ Προβιανοῦ τῶν ἀδελφῶν ὑπατευόντων.