Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐπιφάνιος τὴν Κυπρίων ἐπεσκόπει μητρόπολιν. Ὃν οὐ μόνον τὰ περὶ τὴν πολιτείαν ἐπίσημον ἐπὶ ἀρεταῖς ἀπέδειξεν, ἀλλὰ καὶ ὅσα παράδοξα ζῶντος αὐτοῦ καὶ μετὰ τελευτὴν, τιμῶν τὸν ἄνδρα ὁ Θεὸς ἐπετέλεσεν. Ἀποθανόντι γὰρ, ὃ μὴ περιόντι ὑπῆρξε, λόγος ἐπὶ τῷ τάφῳ αὐτοῦ εἰσέτι νῦν δαίμονας ἀπελαύνεσθαι, καὶ ἰάσεις τινὰς γίνεσθαι: ἐν ᾧ δὲ ζῶν ἐτύγχανε, πολλὰ θαυμάσια αὐτῷ ἀνατιθέασι.

Τῶν γε μὴν εἰς ἡμᾶς ἐλθόντων, ἐκεῖνο: μεταδοτικὸς ὢν περὶ δεομένους, ἢ ναυαγίοις ἢ ἄλλως δυστυχήσαντας, ἐπειδὴ πάλαι τὴν οὐσίαν ἀνάλωσεν, εἰς δέον ἐσπάθα τοῖς τῆς ἐκκλησίας

771
χρήμασι: πλεῖστα δὲ ἦν: πάντοθεν γὰρ πολλοὶ τὸν πλοῦτον εὐσεβῶς ἀναλίσκειν προθέμενοι, καὶ ζῶντες τῇ ὑπ̓ αὐτὸν ἐκκλησίᾳ παρεῖχον, καὶ τελευτῶντες κατελίμπανον: ἐθάρρουν γὰρ ὡς οἰκονομικὸς καὶ θεοφιλὴς ὢν,

κατὰ γνώμην αὐτοῖς ἀναλώσει τὰ δῶρα. Φασὶ γοῦν ποτὲ ὀλίγων ἔτι λειπομένων χρημάτων, χαλεπῇναι τῆς ἐκκλησίας τὸν οἰκονόμον, καὶ ὡς δαπανὸν αὐτὸν μέμψασθαι: τὸν δὲ, μήδ̓ οὕτως καθυφεῖναι περὶ τοὺς ἐνδεεῖς φιλοτιμούμενον. Ἐπεὶ δὲ πάντα ἀνάλωτο, ἐπιστάς τις τῷ δωματίῳ οὗ διῆγεν ὁ οἰκονόμος, βαλάντιον πολλῶν χρυσῶν νομισμάτων ἔδωκεν. Ὡς δὲ οὔτε ὁ δοὺς ἢ ὁ πεπομφὼς δῆλος ἦν, ἐδόκει δὲ παράδοξον εἰκότως, ἐπὶ δόσει τοσούτων χρημάτων ἄνθρωπον ἄγνωστον ἑαυτὸν παρέχειν,

τότε δὴ πάντες τὸ πρᾶγμα θεῖον εἶναι συνέβαλον. Ἀλλ̓ οἷον ἕτερον περὶ αὐτοῦ λέγεται, καὶ ἀφηγήσασθαι βούλομαι. Πυνθάνομαι τεθαυματουργῆσθαι Γρηγορίῳ τῷ

772
θαυμασίῳ, ὃς πάλαι τὴν Νεοκαισάρειαν ἐπετρόπευσε, καὶ μάλα πείθομαι: ἀλλ̓ οὐ παρὰ τοῦτο ἀπιστέον, ὅμοιον καὶ Ἐπιφανίῳ εἰργᾶσθαι: ἐπεὶ οὐδὲ μόνος Πέτρος ὁ ἀπόστολος ἤγειρε νεκρὸν, ἀλλὰ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ, καὶ Φιλίππου θυγατέρες ἐν Ἱεραπόλει: καὶ τὰ αὐτὰ πολλάκις ἐξειργασμένους εὑρεῖν ἐστὶ πολλοὺς τῶν πάλαι καὶ νῦν θεοφιλῶν

ἀνδρῶν. Ἔστι δὲ τοιόνδε, ὃ λέγειν θέλω. Ἐπιτηρήσαντες δύο τινες πτωχοὶ ἐπιόντα τὸν Ἐπιφάνιον, πλέον τι κομίσασθαι πραγματευόμενοι, ὁ μὲν ἐφαπλώσας ἑαυτὸν τῷ ἐδάφει ἔκειτο δῆθεν νεκρός: ὁ δὲ, παρεστὼς ἔκλαιεν, οἷά γε ὁμοῦ συνήθους θάνατον ὀδυρόμενος, καὶ ὅτι μηδὲ θάπτειν αὐτὸν δύναιτο τὴν πενίαν καταμεμφόμενος.

Ὁ δὲ Ἐπιφάνιος ἐν ἀναπαύσει εἶναι τὸν κείμενον ηὔξατο, καὶ τὰ πρὸς τὴν κηδείαν ἐπιτήδεια δεδωκώς, Ἐπιμελοῦ, φησὶ τῷ δακρύοντι, τῆς ταφῆς, καὶ παύου κλαίων, ὦ τέκνον: οὐ γὰρ ἀναστήσεται νῦν: τὸ δὲ ἐπὶ τῷ συμβεβηκότι ἀπαραίτητον καὶ πάντως ἀποκείμενον δεῖ φέρειν γενναίως.

773

Καὶ ὁ μὲν, τοιάδε εἰπὼν, παρῆλθεν. Ὡς δὲ οὐδεὶς ἐφαίνετο, τῷ ποδὶ κινήσας τὸν κείμενον ὁ ἑστὼς, ἅμα γὲ ἐπαινῶν ὡς μάλα σαφῶς τεθνάναι ἐμιμήσατο, Ἔγειρε σαυτὸν, ἔφη, καὶ τὴν ἡμέραν ἐκ τῶν σῶν πόνων ἐν τρυφῇ διάξωμεν. Ἐπεὶ δὲ ὁμοίως ἔκειτο, καὶ οὐδὲν μᾶλλον οὔτε βοῶντος ἤκουεν, οὔτε παντὶ σθένει κινοῦντος ᾐσθάνετο, δρομαῖος καταλαβὼν τὸν ἱερέα, τὴν σφῶν τέχνην κατεμήνυσε.

Κλαίων τε καὶ τὰς τρίχας τίλλων, ἐδεῖτο τὸν ἑταῖρον ἐξανίστασθαι. Ὁ δὲ Ἐπιφάνιος, μὴ χαλεπῶς φέρειν τὸ συμβὰν παραινέσας ἀπέπεμψε τὸν ἄνθρωπον: οὐ γὰρ ἀνέλυσε τὸ γεγονὸς ὁ Θεός: πάντως, οἶμαι, τοὺς ἀνθρώπους πιστούμενος, ὡς αὐτὸν τὸν πάντα ἀκούοντα καὶ ἐφορῶντα ἐξαπατῶσιν οἱ τοιούτους σφᾶς περὶ τοὺς αὐτοῦ θεράποντας παρέχοντες.