Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐ γὰρ ξίφος ἢ δόρυ φέρων, οὔδε ἄλλο τὶ βέλος ἔχων, ἐπὶ τουτὶ τὸ θηρίον ἦλθεν. Ἀλλ̓ ὡς ᾔσθετο, καὶ τὴν κεφαλὴν ὡς ἐφορμήσων ἐξανέστησεν, ἀντιπρόσωπον αὐτῷ εἰς σταυροῦ σύμβολον τὸν ἀέρα τῷ δακτύλῳ κατεσήμανε, καὶ ἐπέπτυσε.

Τὸ δὲ, τὸν σίαλον εἰς τὸ στόμα δεξάμενον, αὐτίκα κατέπεσε: καὶ νεκρὸν κείμενον, οὐ μεῖον τῶν παῤ Ἰνδοῖς ἱστορουμένων ἑρπετῶν διεφάνη τὸ μέγεθος: ἀμέλειτοι, ὡς ἐπυθόμην, ὑπὸ ζεύγεσιν ὀκτὼ εἰς τὸ πλησίον πεδίον ἐξελκύσαντες αὐτὸ οἱ ἐπιχώριοι, κατέκαυσαν, ὅπως μὴ διασαπεὶς τὸν ἀέρα λυμανεῖται,

καὶ λοιμώδη νόσον ποιήσῃ. Δονάτῳ δὲ τούτῳ τάφος ἐστὶν ἐπίσημος εὐκτήριος οἶκος ἀπ̓ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων: περὶ τοῦτον δὲ πηγὴ ὑδάτων πολλῶν, ἣν οὐ πρότερον οὖσαν εὐξαμένου αὐτοῦ τὸ θεῖον ἀνέδωκεν: ἦν μὲν γὰρ οὗτος ὁ χῶρος παντελῶς

768

ἄνυδρος. Ἐξ ὁδοιπορίας δέ ποτε ἐνθάδε παραγενόμενος, λέγεται, τῶν ἀμφ̓ αὐτὸν ἀπορίᾳ ὕδατος ταλαιπωρουμένων, τῇ χειρὶ τὴν γῆν λαχήνας εὔξασθαι: ἅμα δὲ τῇ εὐχῇ ἄφθονον ἀναβλύσαι ὕδωρ, καὶ ἐξ ἐκείνου μὴ διαλιπεῖν. Ἀλλὰ τῶνδε μὲν μάρτυρες, οἱ τὴν Ἰσωρίαν οἰκοῦντες κώμην Εὐροίας, καθ̓ ἣν τάδε συνέβη.

Ἐν τούτῳ δὲ Τόμεως καὶ τῆς ἄλλης Σκυθίας τὴν ἐκκλησίαν ἐπετρόπευε Θεότιμος Σκύθης, ἀνὴρ ἐν φιλοσοφίᾳ τραφείς: ὃν ἀγάμενοι τῆς ἀρετῆς οἱ περὶ τὸν Ἴστρον Οὗννοι βάρβαροι, Θεὸν Ῥωμαίων ὠνόμαζον: καὶ γὰρ δὴ καὶ θείων ἐπ̓ αὐτῷ πραγμάτων ἐπειράθησαν.

Λέγεται γοῦν ὡς ὁδεύοντι ποτὲ παρὰ τὴν ἐνθάδε βαρβάρων γῆν, ὑπήντοντο ἐναντίαν τὴν αὐτὴν ὁδὸν ἐπὶ Τόμιν ἐλαύνοντες: ὀλοφυρομένων δὲ τῶν ἀμφ̓ αὐτὸν ὡς αὐτίκα ἀπολουμένων, ἀποβὰς τοῦ ἵππου ηὔξατο: οἱ δὲ βάρβαροι μήτε αὐτὸν μήτε τοὺς ἑπομένους, ἢ τοὺς ἵππους ὧν ἀπέβησαν

θεασάμενοι, παρέδραμον. Ἐπεὶ δὲ πολλάκις ἐπιόντες

769
ἐκακοποίουν τοὺς Σκύθας, φύσει θηριώδεις ὄντας εἰς ἡμερότητα μετέβαλεν, ἑστιῶν τε καὶ δώροις φιλοφρονούμενος. Ἐντεῦθεν δὲ βάρβαρος ἀνὴρ ὑπολαβὼν εὔπορον εἶναι, ἐπεβούλευσεν αὐτὸν ἑλεῖν: καὶ βρόχον παρασκευάσας ἀσπίδι ἐπερειδόμενον, ὥσπερ εἰώθει τοῖς πολεμίοις διαλεγόμενος, ἀνασχὼν τὴν δεξιὰν, ἀκοντίζειν ἐπ̓ αὐτὸν τὸ σχοινίον ἔμελλεν, ὡς πρὸς ἑαυτὸν καὶ τοὺς ὁμοφύλους ἑλκύσων. Ἅμα δὲ τῇ ἐπιχειρήσει, ἀνατεταμένη ἡ χεὶρ πρὸς τὸν ἀέρα διέμεινε: καὶ οὐ πρότερον ὁ βάρβαρος τῶν ἀοράτων ἠφείθη δεσμῶν, εἰ μὴ τῶν ἄλλων ἀντιβολούντων ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκέτευσε Θεότιμος.

Φασὶ δὲ κομήτην αὐτὸν διαμεῖναι καθ̓ ὃ σχῆμα φιλοσοφεῖν ἀρξάμενος ἐπετήδευσε: λιτὸν δὲ τὴν δίαιταν: τροφῆς δὲ, οὐ τὸν αὐτὸν, ἀλλ̓ ἐν τῷ πεινῆν ἢ διψῆν τὸν καιρὸν

770
ὁρίσαι: φιλοσόφου γὰρ ἦν, οἶμαι, καὶ τούτοις πρὸς χρείαν οὐ διὰ ῥαστώνην εἴκειν.