Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λογισάμενος δὲ, ὡς τῶν ἀμφὶ τὸν Ἴστρον βαρβάρων

680
Ἰλλυριοὺς καὶ Θρᾷκας ἐνοχλούντων προσῆκεν ἐπαμύνειν: ἀναγκαῖον δὲ καὶ τοῖς πρὸς ἑσπέραν ἀρχομένοις παρεῖναι, καὶ μάλιστα Ἀλαμανῶν τοὺς ἐνθάδε Γαλάτας κακουργούντων, κοινωνὸν ἐποιήσατο τῆς ἀρχῆς ἐν τῷ Σιρμίῳ Θεοδόσιον, γένους τῶν ἀμφὶ τὸ Πυρηναῖον ὄρος Ἰβήρων, εὐπατρίδην τε, καὶ ἄριστα πολλάκις ἐν πολέμοις διαγενόμενον: ὡς καὶ πρὸ τῆς βασιλείας ἐν ταῖς τῶν ὑπηκόων γνώμαις ἐπιτήδειον αὐτὸν δόξαι πρὸς ἡγεμονίαν.

Ἐν τούτῳ δὲ πλὴν Ἱεροσολύμων, ἔτι τῶν ἀνὰ τὴν ἕω ἐκκλησιῶν οἱ τὰ Ἀρείου φρονοῦντες ἐκράτουν. Μακεδονιανοὶ δὲ, καὶ μάλιστα οἱ ἐν Κωνσταντινουπόλει, μετὰ τὰς πρὸς Λιβέριον συνθήκας, οὐ μέγα τὶ διεφέροντο πρὸς τοὺς ἐπαινοῦντας τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων: ὡς ὁμοδόξοις δὲ, κατὰ πόλεις ἐπεμίγνυντο καὶ ἐκοινώνουν ἀλλήλοις.

Μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον, ἀδείας λαβόμενοί τινες τῶν ἐπισκόπων

681
ταύτης τῆς αἱρέσεως, κατέλαβον τὰς ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. Καὶ συνελθόντες ἐν Ἀντιοχείᾳ τῆς Καρίας, ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ὀνομάζειν,