Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Λέγεται δὲ τῶν περὶ τούτων γραφέντων παρὰ βασιλέως εἰς τὸ κοινὸν ἀναγνωσθέντων, μέγα
Χριστιανοὺς, ἐξ ἐκείνου κατασχεῖν. Ὁ δὲ Ὀλύμπιος, ὡς ἐπυθόμην, οὐ πολλῷ πρότερον, ἀωρὶ τῆς νυκτὸς μεθ̓ ἣν ταῦτα ἐπιγενομενης ἡμέρας συνέβη, ἐπήκουσέ τινος ἐν τῷ Σεραπίῳ Ἀλληλούϊα ψάλλοντος. Ἐπεὶ δὲ τῶν θυρῶν κεκλεισμένων, καὶ ἡσυχίας οὔσης, οὐδένα καθεώρα, φωνῆς δὲ μόνης ἤκουε τὸν αὐτὸν ψαλμὸν μελῳδούσης, ἔγνω τὸ σύμβολον. Καὶ λαθὼν πάντας ἔξεισι τοῦ Σεραπίου, καὶ πλοίου τυχὼν εἰς Ἰταλίαν ἀνήχθη.
Φασὶ δὲ τοῦ ναοῦ τούτου τότε καθαιρουμένου, τινὰ τῶν καλουμένων ἱερογλυφικῶν χαρακτήρων, σταυροῦ σημείῳ ἐμφερεῖς ἐγκεχαραγμένοις τοῖς λίθοις ἀναφανῆναι: παῤ ἐπιστημόνων
Εἰσέτι δὲ κατὰ πόλεις τινὰς προθύμως ὑπερεμάχοντο τῶν ναῶν οἱ Ἑλληνισταί: παρὰ μὲν Ἁραβίοις, Πετραῖοι, καὶ Ἀρεοπολῖται: παρὰ δὲ Παλαιστινοῖς, Ῥαφιῶται καὶ Γαζαῖοι: παρὰ δὲ Φοίνιξιν,
οἱ τὴν Ἡλιούπολιν οἰκοῦντες. Σύρων δὲ μάλιστα οἱ τοῦ ναοῦ Ἀπαμείας τῆς πρὸς τῷ Ἀξίῳ ποταμῷ οὓς ἐπυθόμην ἐπὶ φυλακῇ τῶν παῤ αὐτοῖς ναῶν, συμμαχίαις χρήσασθαι πολλάκις Γαλιλαίων ἀνδρῶν, καὶ τῶν περὶ τὸν Λίβανον κωμῶν: τὸ δὲ τελευταῖον ἐπὶ τοσοῦτον προελθεῖν τόλμης, ὡς Μάρκελλον τὸν τῇδε ἐπίσκοπον ἀνελεῖν.
Λογισάμενος