Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἠσχολημένῳ Γρατιανῷ

711
εἰς τὸν πρὸς Ἀλαμανοὺς πόλεμον, ἐπανέστη Μάξιμος ἐκ τῆς Βρετανίας, καὶ ὑφ̓ ἑαυτὸν τὴν Ῥωμαίων ἀρχὴν ποιήσασθαι ἐσπούδαζεν. Ἐν Ἰταλίᾳ δὲ τότε διέτριβεν Οὐαλεντινιανὸς, ἔτι νέος ὤν: ἐπετέτραπτο δὲ τῶν τῇδε πραγμάτων τὴν διοίκησιν ὕπαρχος ὢν Πρόβος, ὑπατικὸς ἀνήρ.

Ἡνίκα δὴ Ἰουστίνα ἡ τοῦ βασιλέως μήτηρ, τὰ Ἀρείου φρονοῦσα, πράγματα παρεῖχεν Ἀμβροσίῳ ἐπισκόπῳ Μεδιολάνων, καὶ τὰς ἐκκλησίας ἐτάραττεν, ἐπιχειροῦσα νεωτερίζειν κατὰ τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ περὶ πολλοῦ ποιουμένη κρατεῖν τὴν πίστιν τῶν ἐν Ἀριμίνῳ συνεληλυθότων.

Ἐπεὶ δὲ τὸ ἐναντίον ἐσπούδασεν Ἀμβρόσιος, χαλεπῄνασα διαβάλλει αὐτὸν πρὸς τὸν υἱὸν, ὡς ὑβρισμένη. Ὑπολαβὼν δὲ Οὐαλεντινιανὸς ἀληθεῖς εἶναι τὰς διαβολὰς, ἅτε δὴ μητρὶ τιμωρῶν, στρατιωτῶν πλῆθος ἐπιπέμπει τῇ ἐκκλησίᾳ.

Οἱ δὲ, τῷ ναῷ προσβαλόντες,

712
βίᾳ τῶν θυρῶν ἐντὸς ἐγένοντο, καὶ τὸν Ἀμβρόσιον εἷλκον αὐθωρὸν, εἰς τὴν ὑπερορίαν ἄξοντες. Περιχυθέντες δὲ αὐτῷ τὸ πλῆθος τῆς ἐκκλησίας, ἀντέσχον τοῖς στρατιώταις: καὶ πρότερον ἔγνωσαν ἀποθανεῖν,

ἢ τὸν ἱερέα ὑπεριδεῖν. Ἐκ τούτου τε εἰς μείζονα ὀργὴν Ἰουστίνα ἐξήφθη, καὶ νόμῳ κρατύναι τὴν ἐγχείρησιν ἐβουλεύετο. Μετακαλεσαμένη τοίνυν Μενίβολον τὸν ἐπὶ τοῖς γραμματεῦσι τῶν θεσμῶν τότε τεταγμένον, ἐκέλευε τὴν ταχίστην τιθέναι νόμον ἐπὶ βεβαιώσει τῆς ἐν Ἀριμίνῳ ἀναγνωσθείσης πίστεως.

Ὑποπαραιτούμενον δὲ τὴν πρᾶξιν, ἦν γὰρ τῆς καθόλου ἐκκλησίας, προὐτρέπετο μείζονος τιμῆς ἐπαγγελίαις δελεάζουσα. Ἀλλ̓ οὐκ ἔπεισε, περιελὼν δὲ τὴν ζώνην Μενίβολος, πρὸ τῶν ποδῶν τῆς βασιλίδος ἔρριψε, μήτε τῆς οὔσης τιμῆς, μήτε μείζονος μεταποιεῖσθαι φήσας ἐπὶ μισθῷ ἀσεβείας.

Ἐπεὶ οὖν ἐνέστη μή ποτε τοῦτο διαπράξασθαι, ἕτεροι διηκονήσαντο

713
πρὸς τὴν θέσιν τοῦ τοιούτου νόμου. Παρεκελεύετο δὲ ἀδεῶς συνιέναι τοὺς ὁμοίως δοξάζοντας τοῖς ἐν Ἀριμίνῳ, καὶ μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει συνεληλυθόσι: τοὺς δὲ ἐμποδὼν γενομένους, ἢ ἐναντίᾳ τῷ νόμῳ βασιλέως θεομένους, θανάτῳ ζημιοῦσθαι.

Ταῦτα σπουδαζούσης τῆς τοῦ βασιλέως μητρὸς, καὶ τὸν νόμον εἰς ἔργον ἄγειν κατεπειγούσης, ἀγγέλλεται δόλῳ Ἀνδραγαθίου ὃς στρατηγὸς ἦν Μαξίμου, Γρατιανὸν ἀνῃρῆσθαι. Ἐφ̓ ἁρμαμάξης γὰρ βασιλικῆς ὀχούμενος, ἀπεκρύβη: καὶ ὡς τοῦ βασιλέως εἴη γαμετὴ τοῖς ἡγουμένοις ἀγγέλλειν ἐκέλευεν.

Ἀπερισκέπτως δὲ Γρατιανὸς τὸν τῇδε ποταμὸν διαβὰς, ὡς ἔναγχος γήμας, καὶ νέος ὢν, καὶ ἐρωτικῶς πρὸς τὴν γυναῖκα διατεθεὶς, ὑπὸ προθυμίας τοῦ θεάσασθαι αὐτὴν μηδὲν προϊδόμενος, εἰς τὰς Ἀνδραγαθίου ἐνέπεσε χεῖρας. Καὶ συλληφθεὶς, οὐκ εἰς μακρὰν ἀνῃρέθη, ἔτη μὲν ἀμφὶ τὰ εἰκοσιτέσσαρα γεγονὼς, δέκα δὲ καὶ πέντε βασιλεύσας. Ὡς ἐπιγενομένης δὲ τοσαύτης συμφορᾶς, ἐπαύσατο Ἰουστίνα τῆς κατὰ Ἀμβροσίου ὀργῆς.

Ἐν τούτῳ δὲ Μάξιμος πλείστην ἀγείρας

714
στρατιὰν Βρετανῶν ἀνδρῶν, καὶ τῶν ὁμόρων Γαλατῶν, καὶ Κελτῶν, καὶ τῶν τῇδε ἐθνῶν, ἐπὶ τὴν Ἰταλίαν ᾔει: πρόφασιν μὲν ὡς οὐκ ἀνεξόμενος νεώτερόν τι γενέσθαι περὶ τὴν πάτριον πίστιν, καὶ τὴν ἐκκλησιαστικὴν τάξιν: τὸ δὲ ἀληθὲς, τυράννου δόξης ἑαυτὸν καθαίρων: πρὸς δὲ τὴν βασιλείαν βλέπων, καὶ πραγματευόμενος, εἴ πη ἄρα δύναιτο δόξαι νόμῳ, οὐ βίᾳ, τὴν ἀρχὴν Ῥωμαίων ἑαυτῷ περιποιεῖν.

Οὐαλεντινιανὸς δὲ ὑπὸ τοῦ καιροῦ βιασθεὶς, ἐδέξατο τὰ σύμβολα τῆς αὐτοῦ βασιλείας. Δείσας δὲ μή τι πάθοι, φεύγων ἐξ Ἰταλίας, εἰς Θεσσαλονίκην ἧκε: σὺν αὐτῷ δὲ καὶ ἡ μήτηρ, καὶ Πρόβος ὁ ὕπαρχος.