Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Παραπλησίων δὲ κακῶν ἐπειρῶντο οἱ ἐν Κωνσταντινουπόλει πρεσβεύοντες τὸ δόγμα τῶν ἐν Νικαίᾳ

556
συνελθόντων. Σὺν αὐτοῖς δὲ καὶ οἱ τὰ Ναυάτου φρονοῦντες: καὶ πάντας μὲν ἐλαύνεσθαι τῆς πόλεως, Ναυατιανῶν δὲ καὶ τὰς ἐκκλησίας ἀποκλείεσθαι προσέταξεν ὁ βασιλεύς: τῶν δὲ ἄλλων οὐκ εἶχεν ὅτι ἀποκλείσειεν:

ἤδη γὰρ πρότερον ἐπὶ τῆς Κωνσταντίου βασιλείας ἀφῄρηντο. Οὐ μὴν ἀλλὰ καὶ Ἀγέλιον τότε εἰς ὑπερορίαν φυγὴν κατεδίκασεν: ὃς ἐκ τῶν Κωνσταντίου χρόνων ἡγεῖτο ἐν Κωνσταντινουπόλει τῆς Ναυατιανῶν ἐκκλησίας. Ἐλέγετο δὲ ὅτι μάλιστα θαυμασίως πολιτεύεσθαι κατὰ τοὺς ἐκκλησιαστικοὺς νόμους: ὁ δὲ βίος ἦν αὐτῷ, τοῦτο δὴ τὸ προὖχον ἐν φιλοσοφίᾳ, κτήσεως χρημάτων ἐλεύθερος: καὶ ἡ ἀγωγὴ ἐδείκνυ: ἑνί τε γὰρ χιτωνίῳ ἐχρῆτο, καὶ δίχα ὑποδημάτων ἀεὶ ἐβάδιζεν: οὐ πολλῷ δὲ ὕστερον αὐτὸς μετεκλήθη,

καὶ τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας ἀπέλαβε, καὶ ἀδεῶς ἐκκλησίαζεν. Αἴτιος δὲ τούτων Μαρκιανός τις: ὃς ἐπὶ βίῳ καὶ λόγοις θαυμαζόμενος, πάλαι μὲν ἐν τοῖς βασιλείοις ἐστρατεύετο: τότε δὲ πρεσβύτερος

557
ὢν τῆς Ναυατιανῶν αἱρέσεως, γραμματικοὺς λόγους ἐξεδίδασκε τὰς βασιλέως θυγατέρας, Ἀναστασίαν τε καὶ Καρῶσαν: ὧν εἰσέτι νῦν ἐπώνυμα λουτρὰ κατὰ τὴν Κωνσταντινούπολίν ἐστί: διὰ γὰρ τὴν πρὸς αὐτὸν αἰδῶ καὶ χάριν, μόνοις Ναυατιανοῖς τὰ εἰρημένα ὑπῆρξε.