Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἵνα τοίνυν μὴ μετὰ τῶν παραχαρασσόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζώμεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν, καὶ ἀποδεχόμεθα,

καὶ κατέχομεν. Ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισὶ ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί: οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τὸ ὄνομα τῆς οὐσίας: εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ

542
οὐκ ὄντων περὶ τοῦ Υἱοῦ ἀσεβῶς τολμηθέντος Ἀρείῳ.

Ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ἀνόμοιοι, ἔτι θρασύτερον καὶ τολμηρότερον, ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς αὐτῆς πίστεως, τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων τεθείσης, ἥντινα καὶ ἀγαπῶμεν.

Καὶ τὰ μὲν ὧδε ἐψηφίσαντο οἱ τότε τῇ Ἀντιοχείᾳ ἐνδημοῦντες ἱερεῖς, αὐτοῖς ῥητοῖς τὴν παρὰ τῶν ἐν Νικαίᾳ συνελθόντων ἐκτεθεῖσαν πίστιν, τῇ ἰδίᾳ γραφῇ ὑποτάξαντες.

Περὶ τοῦ μεγάλου Ἀθανασίου, ὡς διαφερόντως ἠγαπήθη τῷ βασιλεῖ, καὶ τῶν ἐν Αἰγύπτῳ ἐκκλησιῶν ἐκράτησε: καὶ περὶ τοῦ ὁράματος τοῦ μεγάλου Ἀντωνίου.

Ἐν τούτῳ δὲ καὶ Ἀθανάσιος ὁ τὸν Ἀλεξανδρέων θρόνον ἐπιτροπεύων, ὀλίγοις τῶν ἐπιτηδείων κοινωνησάμενος, ἀναγκαῖον ᾠήθη τὸν βασιλέα Χριστιανὸν

543
ὄντα ἰδεῖν: καὶ παραγενόμενος εἰς Ἀντιόχειαν, περὶ ὧν ἐδεῖτο τὸν κρατοῦντα διδάσκει. Οἱ δὲ φασὶν, ὅτι αὐτὸς ὁ βασιλεὺς τὸν ἄνδρα μετεκαλέσατο, τὰ πρακτέα περὶ τὴν θρησκείαν καὶ τὴν ὀρθὴν δόξαν εἰσηγησόμενον.

Διαθείς τε τὰ τῆς ἐκκλησίας, ὡς οἷόν τε ἦν, ἐφρόντιζε τῆς ἐπανόδου. Εὐζώϊος δὲ ὁ ἐν Ἀντιοχείᾳ ἐπίσκοπος τῆς Ἀρειανικῆς αἱρέσεως, ἐσπούδαζε προεστάναι τῆς αὐτῆς δόξης ἐν Ἀλεξανδρείᾳ Προβάτιον εὐνοῦχον: εἰσηγησαμένων τε τοῦτο τῶν ἀμφὶ τὸν Εὐζώϊον, Λούκιός τις Ἀλεξανδρεὺς τὸ γένος,

πρεσβύτερος τῶν παρὰ Γεωργίου χειροτονηθέντων, πρόσεισι τῷ βασιλεῖ. Καὶ βλασφημήσας Ἀθανάσιον ὡς ἐν τῷ χρόνῳ τῆς ἐπισκοπῆς ἀεὶ γραφὰς ὑπομείναντα, καὶ πολλάκις ὑπερορίαν οἰκεῖν καταδικασθέντα παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων, διχονοίας τε περὶ τὸ θεῖον καὶ ταραχῆς αἴτιον γενόμενον, ἐδεῖτο ἕτερον ἀντ̓ αὐτοῦ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπισκοπεῖν.

Ὁ δὲ βασιλεὺς, ᾔδει γὰρ τὰς Ἀθανασίῳ τότε συμβάσας ἐπιβουλὰς, οὐκ ἔθετο ταῖς κατ̓ αὐτοῦ

544
διαβολαῖς: ἀλλὰ Λούκιον μὲν σὺν ἀπειλῇ ἡσυχίαν ἄγειν ἐπιτάττει: Προβάτιον δὲ, καὶ τοὺς ἀμφ̓ αὐτὸν εὐνούχους, ὡς αἰτίους τῶν τοιούτων θορύβων, σωφρονισθῆναι προσέταξε: τὸν δὲ Ἀθανάσιον ἐκ τῆς τότε συνουσίας τὰ μάλιστα φίλον αὐτῷ γενόμενον, ἀπέστειλεν εἰς Αἴγυπτον, ᾗ ἄριστα αὐτῷ δοκοίη τὰς ἐκκλησίας καὶ τοὺς λαοὺς ἄγειν κελεύσας. Λέγεται γὰρ εἰς ἄγαν αὐτὸν ἧς εἶχεν ἀρετῆς ἐπαινέσαι, βίου τε ἕνεκα καὶ φρονήσεως, καὶ λόγων.

Ὧδε μὲν τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, τὸν ἐν μέσῳ χρόνον πολεμηθεῖσα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, αὖθις ἐπὶ τῆς παρούσης ἡγεμονίας ὑπερέσχεν. Οὐκ εἰς μακρὰν δὲ τῆς ὁμοίας ἔμελλε πειρᾶσθαι ταραχῆς. Ὡς ἔοικε γὰρ, οὐκ ἐπὶ μόνοις τοῖς ἐπὶ Κωνσταντίου τῇ ἐκκλησίᾳ συμβᾶσι, πέρας εἶχεν ἡ τοῦ Ἀντωνίου τοῦ μοναχοῦ πρόρρησις:

ἀλλ̓ ἐλείπετο ἔτι καὶ τὰ μετὰ ταῦτα, ἐπὶ Οὐάλεντος γενόμενα. Λέγεται γὰρ πρὶν κρατῆσαι τῶν ἐκκλησιῶν τοὺς ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἐπὶ τῆς Κωνσταντίου βασιλείας ὄναρ ἰδεῖν Ἀντώνιον,

545
ἡμιόνους τὸ θυσιαστήριον λακτίζοντας, καὶ τὴν ἱερὰν τράπεζαν ἀνατρέποντας: καὶ αὐτίκα προειπεῖν, ὡς ὑπὸ νόθων καὶ ἐπιμίκτων δογμάτων καταλήψεται τὴν ἐκκλησίαν ταραχὴ, καὶ ἑτεροδόξων ἐπανάστασις. Ἀλλὰ ταῦτα μὲν ἀψευδῶς τεθεάσθαι τε καὶ εἰρῆσθαι, ἀπέδειξε τὰ πρὸ τοῦ καὶ μετὰ ταῦτα γεγενημένα.