Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν Ἀντιοχείᾳ τῆς Συρίας, βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, καὶ κρατεῖ, ὥστε ἀναμφηρίτως τὸν Υἱὸν τῷ Πατρὶ δοξάζειν ὁμοούσιον. Ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς Ἀντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων, καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων,

καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης, καὶ Εἰρηνίων ὁ Γαζαῖος, καὶ Ἀθανάσιος ὁ Ἀγκύρας. Ταῦτα δὲ πράξαντες, ἐδήλωσαν τῷ βασιλεῖ τὰ δόξαντα, γράψαντες ὧδε. Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ ἡμῶν δεσπότῃ Ἰοβιανῷ, νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν σύνοδος. Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν, ὅτι σοῦ

541
καὶ πρώτη πρεσβεύειν ἐσπούδακεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοὶ, θεοφιλέστατε βασιλεῦ. Ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος, τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν.

Ἵνα τοίνυν μὴ μετὰ τῶν παραχαρασσόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζώμεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν, καὶ ἀποδεχόμεθα,

καὶ κατέχομεν. Ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισὶ ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί: οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τὸ ὄνομα τῆς οὐσίας: εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ

542
οὐκ ὄντων περὶ τοῦ Υἱοῦ ἀσεβῶς τολμηθέντος Ἀρείῳ.

Ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ἀνόμοιοι, ἔτι θρασύτερον καὶ τολμηρότερον, ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς αὐτῆς πίστεως, τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων τεθείσης, ἥντινα καὶ ἀγαπῶμεν.

Καὶ τὰ μὲν ὧδε ἐψηφίσαντο οἱ τότε τῇ Ἀντιοχείᾳ ἐνδημοῦντες ἱερεῖς, αὐτοῖς ῥητοῖς τὴν παρὰ τῶν ἐν Νικαίᾳ συνελθόντων ἐκτεθεῖσαν πίστιν, τῇ ἰδίᾳ γραφῇ ὑποτάξαντες.