Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀλλὰ ταῦτα μὲν ᾗπερ ἂν δοκῇ ἑκάστῳ, σκοπείτω τε καὶ λεγέτω. Καταδραμόντων δὲ Σαυροματῶν χωρία

659
τινὰ τῆς πρὸς δύσιν ἀρχομένης,

ἐπεστράτευσε τούτοις Οὐαλεντινιανός. Οἱ δὲ, τῆς στρατιᾶς τὸ πλῆθος καὶ τὴν παρασκευὴν ἀκούσαντες, πρέσβεις πέμψαντες εἰρήνην ᾔτουν. Ἰδὼν δὲ τούτους, εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσὶν ἐπυνθάνετο. Τῶν δὲ τοὺς κρείττους παρεῖναι καὶ πρεσβεύεσθαι φησάντων,

ἐμπίπλαται ὀργῆς. Καὶ μέγα κεκραγὼς, ἦ δεινὰ τοὺς ὑπηκόους ὑπομένειν ἔφη, καὶ τὴν Ῥωμαίων δυσπραγεῖν ἀρχὴν εἰς αὐτὸν περιστᾶσαν, εἰ Σαυρομάται, βαρβαρον ἔθνος ὧν ἄριστοι οὗτοι, οὐκ ἀγαπῶσιν ἐφ̓ ἑαυτῶν μένοντες ζῆν, ἀλλ̓ ἐπιβῆναι τῆς ὑπ̓ αὐτοῦ ἀρχομένης ἐθάρρησαν, καὶ πολεμεῖν ὅλως πρὸς Ῥωμαίους φαντάζονται.

Ἐπὶ πολὺ δὲ χαλεπαίνοντος, καὶ τοιάδε βοῶντος, ὑπὸ ἀμέτρου διατάσεως σπαραχθέντων αὐτῷ τῶν ἔνδον, φλὲψ ἅμα καὶ ἀρτηρία ἐρράγη: καὶ ἀναδοθέντος αἵματος, ἐν φρουρίῳ τινὶ τῆς Γαλλίας ἐτελεύτησε τὸν βίον: ἔτη μὲν ἀμφὶ τὰ πεντήκοντα

660
καὶ τέσσαρα γεγονώς: τρισκαίδεκα δὲ ἐν τῇ βασιλείᾳ εὖ μάλα καὶ λίαν ἐπισήμως διαγενόμενος.

Ἕκτῃ δὲ ἡμέρᾳ τῆς τελευτῆς αὐτοῦ, ἀναγορεύεται βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν ὁ νεώτερος καὶ ὁμώνυμος αὐτοῦ παῖς. Οὐκ εἰς μακρὰν δὲ ἐπεψηφίσαντο τῇ αὐτοῦ χειροτονίᾳ, Οὐάλης τε καὶ Γρατιανὸς ὁ αὐτοῦ ἀδελφὸς, εἰ καὶ τὴν ἀρχὴν ἐχαλέπαινον, ὡς τῶν στρατιωτῶν πρὶν αὐτοὺς ἐπιτρέψαι, τὰ σύμβολα τῆς ἀρχῆς αὐτῷ περιθέντων.

Ἐν τούτῳ δὲ Οὐάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγων, ἔτι μᾶλλον ἐπεδίδου τοῖς ἑτέρως αὐτῷ περὶ τὸ θεῖον δοξάζουσιν ἀπεχθανόμενος, καὶ χαλεπῶς τούτους ἐπέτριβε, καὶ ἤλαυνεν. Ὅτε δὴ λόγον αὐτῷ προσφωνῶν Θεμίστιος ὁ φιλόσοφος, παρῄνει μὴ χρῆναι θαυμάζειν τὴν διαφωνίαν τῶν ἐκκλησιαστικῶν δογμάτων,

μετριωτέραν καὶ μείω τῶν παῤ Ἕλλησιν οὖσαν. Πολυπλασίους γὰρ εἶναι τὰς παῤ αὐτοῖς δόξας: καὶ ὡς ἐν πλήθει δογμάτων, ἀνάγκῃ τὴν περὶ ταῦτα διαφορὰν πλείους ἔριδας καὶ διαλέξεις ποιεῖν. Ἐπεὶ καὶ τῷ Θεῷ ἴσως μὴ ῥᾳδίως

661
γινώσκεσθαι φίλον, καὶ διαφόρως δοξάζεσθαι, ὅπως ἕκαστος μᾶλλον φοβοῖτο, ἀκαταλήπτου οὔσης τῆς ἀκριβοῦς αὐτοῦ γνώσεως, ἀναλογιζόμενος τὸν ὅσον ἐφικέσθαι νομίζει πηλίκος τε καὶ οἷός ἐστιν.

Περὶ τῶν πέραν Ἴστρου βαρβάρων, ὡς ὑπὸ τῶν Οὔνων ἐξελαθέντες, Ῥωμαίοις προσεχώρησαν: καὶ ὡς Χριστιανοὶ ἐγένοντο: καὶ περὶ Οὐλφίλα, καὶ Ἀθαναρίχου, καὶ μεταξὺ τούτων συμβάντα, καὶ ὅθεν τὸν Ἀρειανισμὸν εἰσεδέξαντο.

Ἐκ δὴ τοιούτων Θεμιστίου λόγων, φιλανθρωπότερόν πως διατεθεὶς ὁ βασιλεὺς, οὐ χαλεπῶς οὕτως ὡς πρότερον τὰς τιμωρίας ἐπῆγεν. Οὐ μὴν τελείως ἐφείδετο τῆς κατὰ τῶν ἱερωμένων ὀργῆς, εἰ μὴ κοινῶν πραγμάτων ἐπιγενόμεναι φροντίδες,

οὐκέτι τοιάδε συνεχώρουν σπουδάζειν. Γότθοι γὰρ οἳ δὴ πέραν

662
Ἴστρου ποταμοῦ τὸ πρὶν ᾤκουν, καὶ τῶν ἄλλων βαρβάρων ἐκράτουν, ἐξελαθέντες παρὰ τῶν καλουμένων Οὔννων, εἰς τοὺς Ῥωμαίων ὅρους ἐπεραιώθησαν.

Τοῦτο γὰρ τὸ ἔθνος, ὡς φασὶν, ἄγνωστον ἦν προτοῦ Θρᾳξὶ τοῖς παρὰ τὸν Ἴστρον, καὶ Γότθοις αὐτοῖς: ἐλάνθανον δὲ προσοικοῦντες ἀλλήλοις, καθότι λίμνης μεγίστης ἐν μέσῳ κειμένης, ἕκαστοι τέλος ξηρᾶς ᾤοντο εἶναι τὴν καθ̓ αὑτοὺς οἰκουμένην: μετὰ τοῦτο δὲ, θάλασσαν καὶ ὕδωρ ἀπέραντον. Συμβὰν δὲ βοῦν οἰστροπλῆγα διαδραμεῖν τὴν λίμνην, ἐπηκολούθησε βουκόλος: καὶ τὴν ἀντιπέραν γῆν θεασάμενος, ἤγγειλε τοῖς ὁμοφύλοις.

Ἄλλοι δὲ λέγουσιν, ὡς ἔλαφος διαφυγοῦσα, τισὶ τῶν Οὔννων θηρῶσιν ἐπέδειξε τήνδε τὴν ὁδὸν, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασι: τοὺς δὲ, τότε μὲν ὑποστρέψαι, θαυμάσαντας τὴν χώραν, ἀέρι μετριώτερον, καὶ γεωργίᾳ ἥμερον ἔχουσαν: καὶ τῷ κρατοῦντι τοῦ ἔθνους ἀγγεῖλαι ἃ ἐθεάσαντο.