Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐντεῦθεν δὲ ἐπὶ Συρίαν καὶ Πέρσας τοὺς Σύρων ὁμόρους ἰτέον: οἳ δὴ πρὸς πλῆθος ἐπέδωκαν, τοῖς ἐν Αἰγύπτῳ φιλοσοφοῦσιν ἁμιλλώμενοι. Διέπρεπον δὲ μάλιστα τότε, παρὰ μὲν Νισιβηνοῖς ἀμφὶ τὸ Σιγόρων καλούμενον ὄρος, Βατθαῖος καὶ Εὐσέβιος καὶ Βαργῆς καὶ Ἁλᾶς καὶ Ἀββῶς, Λάζαρός τε ὁ γεγονὼς

649
ἐπίσκοπος, καὶ Ἀβδάλεως καὶ Ζήνων καὶ Ἡλιόδωρος ὁ γέρων.

Τούτους δὲ καὶ βοσκοὺς ἀπεκάλουν, ἔναγχος τῆς τοιαύτης φιλοσοφίας ἄρξαντας. Ὀνομάζουσι δὲ ὧδε αὐτοὺς, καθότι οὔτε οἰκήματα ἔχουσιν, οὔτε ἄρτον οὔτε ὄψον ἐσθίουσιν, οὔτε οἶνον πίνουσιν: ἐν δὲ τοῖς ὄρεσι διατρίβοντες, ἀεὶ τὸν Θεὸν εὐλογοῦσιν ἐν εὐχαῖς καὶ ὕμνοις κατὰ θεσμὸν τῆς ἐκκλησίας. Τροφῆς δὲ ἡνίκα γένηται καιρὸς, καθάπερ νεμόμενοι, ἅρπην ἔχων ἕκαστος, ἀνὰ τὸ ὄρος περιϊόντες, τὰς βοτάνας σιτίζονται.

Καὶ οἱ μὲν ὧδε ἐφιλοσόφουν. Ἐν Κάραις δὲ Εὐσέβιος, ὃς ἐν τῷ ἐθελοντὴς καθεῖρχθαι ἐφιλοσόφει: καὶ Πρωτογένης, ὃς τὴν αὐτόθι ἐκκλησίαν ἐπετρόπευσε μετὰ Βῖτον τὸν τότε ἐπίσκοπον: Βῖτον ἐκεῖνον τὸν ἀοίδιμον, ὃν φασὶ βασιλέα Κωνσταντῖνον πρώτως θεασάμενον, ὁμολογῆσαι ὡς πάλαι πολλάκις ἐν ἐπιφανείαις τὸν ἄνδρα τοῦτον ὁ Θεὸς αὐτῷ ἐπέδειξε, καὶ παρεκελεύσατο, ὅ τι λέγοι, πειθαρχεῖν αὐτῷ.

Καὶ Ἀώνης δὲ ἐν Φαδανᾷ τὸ φροντιστήριον εἶχε: τόπος δὲ οὗτος, οὗ Ἰακὼβ ὁ τοῦ Ἀβραὰμ ἔκγονος ἐκ Παλαιστίνης ἐπιστὰς, ἔτι παρθένῳ

650
συνήπτετο τῇ μετὰ ταῦτα γαμετῇ: ἐκκυλίσας τε τοῦ ἐνθάδε φρέατος τὸν λίθον, πρῶτον αὐτῆς τὸ ποίμνιον ἐπότισε. Φασὶ δὲ τοῦτον Ἀώνην, τῆς ἐκτὸς πάντων ἀνθρώπων καὶ ἀκριβοῦς φιλοσοφίας ἄρξασθαι παρὰ Σύροις, ὥσπερ Ἀντώνιον παῤ Αἰγυπτίοις.