Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

οὐδὲ ἐλάμβανέ τι παρά του, πλὴν ὅσον ἤσθιεν. Ηὔχετο δὲ μόνον, ὥσπερ φόρον τινὰ τριακοσίας εὐχὰς ἑκάστης ἡμέρας ἀποδιδοὺς τῷ Θεῷ: ἵνα δὲ μὴ λαθὼν διαμάρτῃ τοῦ ἀριθμοῦ, τριακοσίας ψηφίδας τῷ κόλπῳ ἐμβάλλων, καθ̓ ἑκάστην εὐχὴν ψηφίδα ἐκρίπτει: ἀναλωθέντων δὲ τῶν λίθων, δῆλον ἐγένετο τὰς ἰσαρίθμους τοῖς λίθοις εὐχὰς πεπληρῶσθαι.

Καὶ Παχὼν δὲ τότε ἐν Σκήτει διέπρεπεν. Ὃν ἐκ νέου μέχρι γήρως πολιτευσάμενον, οὔτε σῶμα εὖ ἔχον, οὔτε πάθος ψυχῆς, οὔτε δαίμων, ἄνανδρον ἐφώρασε περὶ τὴν ἐγκράτειαν, ὧν δεῖ κρατεῖν

634

τὸν φιλόσοφον. Στέφανος δὲ περὶ τὸν Μαρεώτην τὴν οἴκησιν εἶχεν, οὐκ ἄποθεν τῆς Μαρμαρικῆς. Δἰ ἀκριβοῦς δὲ καὶ τελειοτάτης χωρήσας ἀσκήσεως, ἐπὶ ἑξήκοντα ἔτεσιν, εὐδοκιμώτατος ἐγένετο μοναχὸς, καὶ Ἀντωνίῳ τῷ μεγάλῳ γνώριμος. Ἐγένετο δὲ πρᾷος, καὶ σοφὸς εἰς ἄγαν, καὶ ἐν ταῖς ὁμιλίαις ἡδὺς καὶ ὠφέλιμος, καὶ ἱκανὸς τὰς τῶν λυπουμένων ψυχὰς κηλεῖν,

καὶ ἐπὶ τὸ εὔθυμον μεταβάλλειν, εἰ καὶ ἀναγκαίαις λύπαις προκατειλημμένοι ἐτύγχανον. Τοιοῦτος δὲ ἦν καὶ περὶ τὰς οἰκείας συμφοράς. Ἀμέλει χαλεποῦ καὶ ἀνιάτου πάθους ἐνσκήψαντος αὐτῷ, τὰ διεφθαρμένα μέλη τοῖς ἰατροῖς τέμνειν παραδοὺς, εἰργάζετο ταῖς χερσὶ φύλλα φοινίκων πλέκων. Καὶ τοῖς παροῦσι συνεβούλευε μὴ δυσφορεῖν ἐπὶ τοῖς αὐτοῦ πάθεσι, μηδὲ ἄλλο τὶ διανοεῖσθαι, πλὴν ὅτι πρὸς τέλος χρηστὸν πάντως, ἃ ποιεῖ ὁ Θεὸς, ἐκβαίνει: καὶ αὐτῷ συνοίσειν τοιούτων πειραθῆναι παθῶν: καὶ ὑπὲρ ἁμαρτημάτων ἴσως, ὧν ἕνεκεν ἄμεινον ἐνθάδε διδόναι δίκην, ἢ μετὰ τὴν βιοτὴν ταύτην.

Μωσῆς δὲ

635
πρᾳότητι καὶ ἀγάπῃ ὑπερφυῶς εὐδοκιμηκέναι παραδέδοται,

καὶ ἰάσεσι παθῶν εὐχῇ κατορθουμέναις. Ὁ δὲ Πίωρ ἐκ νέου φιλοσοφεῖν ἐγνωκὼς, ἡνίκα διὰ τοῦτο τοῦ πατρῴου οἴκου ἐξῆλθε, συνέθετο τῷ Θεῷ, τοῦ λοιποῦ μηδένα τῶν οἰκείων ὄψεσθαι: μετὰ δὲ πεντήκοντα ἔτη, ἐπύθετο αὐτὸν ἡ ἀδελφὴ ζῆν: ὑπὸ δὲ χαρᾶς ἀμέτρου τῆς παραλόγου μηνύσεως καταπλαγεῖσα,

ἠρεμεῖν οὐκ ἠδύνατο, εἰ μὴ θεάσαιτο τὸν ἀδελφόν. Ὀλοφυρομένην δὲ καὶ ἀντιβολοῦσαν ἐν γήρᾳ ἐλεήσας ὁ παῤ αὐτοῖς ἐπίσκοπος, ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐν ἐρήμῳ μοναχῶν, ἐκπέμψαι τὸν Πίωρ. Ἀπιέναι δὲ προσταχθεὶς, οὐκ ἔχων ἀντειπεῖν, οὐ γὰρ θέμις Αἰγυπτίοις μοναχοῖς, οἶμαι δὲ καὶ τοῖς ἄλλοις, ἀπειθεῖν τοῖς ἐπιταττομένοις, παραλαβών τινα, ἀφίκετο εἰς τὴν πατρίδα: καὶ στὰς πρὸ τῆς πατρῴας οἰκίας, ἐμήνυσεν ἐληλυθέναι.

Ἐπεὶ δὲ ψοφεῖν τὴν θύραν ᾔσθετο, μύσας τοὺς ὀφθαλμοὺς, ὀνομαστὶ τὴν ἀδελφὴν προσειπὼν, Ἐγὼ, ἔφη, Πίωρ ὁ σὸς ἀδελφός: ἀλλὰ ὅσον βούλει, κατανόει. Ἡ μὲν οὖν ἡσθεῖσα,

636
χάριν ὡμολόγει τῷ Θεῷ: ὁ δὲ παρὰ τὴν θύραν εὐξάμενος,

ἀνέστρεψεν εἰς τὸν τόπον ἐν ᾧ ᾤκει. Ἔνθα δὴ φρέαρ ὀρύξας; πικρὸν εὗρε τὸ ὕδωρ: καὶ μέχρι τελευτῆς ὑπέμεινε τούτῳ κεχρημένος. Ὁ δὲ μετὰ ταῦτα χρόνος τὸ ὑπερβάλλον ἀπέδειξε τῆς αὐτοῦ ἐγκρατείας: ἐπεὶ γὰρ ἐτελεύτησε, πολλῶν σπουδασάντων ἐν τῷ αὐτῷ τόπῳ φιλοσοφεῖν, οὐδεὶς ὑπέστη. Ἐγὼ δὲ ὡς ἐμαυτὸν πείθω, εἰ μὴ καὶ τούτῳ τῷ τρόπῳ φιλοσοφεῖν ἔγνωκεν, οὐ χαλεπὸν ἦν αὐτῷ εὐξαμένῳ μεταβαλεῖν τὸ ὕδωρ εἰς γεῦσιν γλυκεῖαν: ὅπουγε καὶ μὴ ὂν παντάπασιν ἀναβλύσαι ἐποίησεν.

Ἀμέλειτοι λέγεται ποτὲ τὸ φρέαρ ὀρύσσοντας τοὺς ἀμφὶ Μωσέα, μήτε τῆς προσδοκωμένης φλεβὸς, μήτε τινὸς βάθους τὸ ὕδωρ ἀναδιδόντος, μέλλειν τὸ ἔργον ἀπαγορεύειν. Ἐπιστάντα δὲ αὐτοῖς περὶ μέσην ἡμέραν τὸν Πίωρ, καὶ πρότερον ἀσπασάμενον, ὀνειδίσαι δυσπιστίαν καὶ μικροψυχίαν: κατελθόντα δὲ εἰς τὴν τάφρον εὔξασθαι, καὶ ὄρυγι τρίτον πλῆξαι τὴν γῆν: παραχρῆμα

637
δὲ ἀναβλύσαι τὸ ὕδωρ, καὶ τὴν τάφρον πληρῶσαι. Ἐπεὶ δὲ εὐξάμενος ἀπῄει, δεομένων τῶν ἀμφὶ Μωσέα γεύσασθαι παῤ αὐτοῖς, οὐκ ἠνέσχετο, φήσας μὴ ἐπὶ τούτῳ ἀπεστάλθαι, ἠνύσθαι δὲ ἐφ̓ ᾧ ἦλθε.