Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐπεὶ καὶ εὐεκτοῦν, οὐδέν με ὤνησεν, ἔφη, καὶ κακῶς πάσχον, οὐκ ἔβλαψε. Κατ̓ ἐκεῖνο δὲ καιροῦ ἐν Σκήτει διέτριβε Μάρκος τε ὁ ἀοίδιμος, καὶ Μακάριος ὁ νέος, καὶ Ἀπολλώνιος, καὶ Μωσῆς ὁ Αἰθίοψ. Φασὶ δὲ Μάρκον μὲν, καὶ ἐν τῷ νέῳ τῆς ἡλικίας εἰς ἄγαν πρᾷον καὶ σώφρονα, καὶ μνήμονα ἱερῶν γραφῶν γενέσθαι: θεοφιλῆ δὲ ἐπὶ τοσοῦτον, ὡς ἰσχυρίζεσθαι Μακάριον τὸν αὐτὸν, πρεσβύτερον ὄντα τῶν Κελλίων, μηδὲ πώποτε παῤ αὐτοῦ λαβεῖν ἃ θέμις ἱερεῦσι διδόναι τοῖς μεμυημένοις περὶ τὴν ἱερὰν τράπεζαν: ἄγγελος δὲ αὐτῷ ἐδίδου, οὗ τὴν χεῖρα μέχρι τοῦ καρποῦ μόνου ἔλεγε θεωρεῖν.

Μακαρίῳ δὲ ἐδόθη

630
χάρις ὑπὸ Θεοῦ, ὑπερφρονεῖν τῶν δαιμόνων. Ἐγένετο δὲ αὐτῷ τὴν ἀρχὴν πρόφασις τῆς φιλοσοφίας, ἀκούσιος φόνος. Ἔτι γὰρ βούπαις ὢν, πρόβατα ἔνεμε περὶ τὴν Μαρείαν λίμνην, καὶ παίζων, τινὰ τῶν ὁμηλίκων ἀνεῖλε: δείσας τε δοῦναι δίκην, ἔφυγεν εἰς τὴν ἐρημίαν.

Αἴθριος δὲ ἐπὶ τρία ἔτη μετὰ ταῦτα διάγων, αὐτόθι οἰκίδιον μικρὸν ἑαυτῷ κατεσκεύασεν, ἐν ᾧ εἴκοσι καὶ πέντε ἔτη διέτριψεν. Ἔλεγον δὲ οἵ γε αὐτοῦ ἀκηκόεισαν, ὡς πολλὴν ὡμολόγει χάριν τῇ συμφορᾷ, καὶ σωτήριον ἀπεκάλει τὸν ἀκούσιον φόνον, φιλοσοφίας καὶ μακαρίου βίου αἴτιον αὐτῷ γεγενημένον.

Ἀπολλώνιος δὲ, τὸν ἄλλον χρόνον ἐμπορίαν μετιὼν, ἤδη πρὸς γῆρας ἐλαύνων, ἐπὶ τὴν Σκῆτιν ἦλθε. Λογισάμενος δὲ ὡς οὔτε γράφειν, οὔτε ἄλλην τινὰ τέχνην μαθεῖν οἷός τε ἐστι διὰ τὴν ἡλικίαν, παντοδαπῶν φαρμάκων εἴδη καὶ ἐδεσμάτων ἐπιτηδείων τοῖς κάμνουσιν, ἐξ οἰκείων χρημάτων ὠνούμενος, ἀνὰ ἑκάστην θύραν μοναστικὴν περιῄει μέχρις ἐννάτης ὥρας, ἐφορῶν τοὺς νοσοῦντας. Ἐπιτηδείαν δὲ ταύτην αὐτῷ

631
τὴν ἄσκησιν εὑρὼν, ὧδε ἐπολιτεύσατο. Μέλλων δὲ τελευτᾷν, ἄλλῳ παραδοὺς ἃ εἶχεν, ἐνετείλατο τὰ αὐτὰ ποιεῖν.

Μωσῆς δὲ δοῦλος ὢν, διὰ μοχθηρίαν ἐξηλάθη τῆς οἰκίας τοῦ κεκτημένου: καὶ εἰς λῃστείας τραπεὶς, λῃστρικοῦ τάγματος ἡγεῖτο. Πολλοὺς δὲ κακουργήσας, καὶ πολλοὺς φόνους τολμήσας, ἐκ περιπετείας τινὸς τὸν μοναδικὸν μετῆλθε βίον, καὶ ἀθρόον εἰς ἀρετὴν φιλοσοφίας ἐπέδωκεν.

Ἐπεὶ γοῦν ἐκ τῆς προτέρας διαίτης εὐεξίᾳ ζέων, καὶ πρὸς φαντασίας ἡδονῶν κινούμενος, μυρίαις ἀσκήσεσι τὸ σῶμα κατέτηξε: πῆ μὲν δίχα ὄψου ὀλίγῳ ἄρτῳ ἀρκούμενος: πῆ δὲ πλεῖστον ἔργον ἀνύων, καὶ πεντηκοστὸν εὐχόμενος: πῆ δὲ ἐπὶ ἓξ ἔτεσιν ὁλόκληρον ἑκάστην νύκτα ἑστὼς προσηύχετο, μήτε γόνυ κλίνων, μήτε τοὺς ὀφθαλμοὺς μύων εἰς ὕπνον.

Ἄλλοτε δὲ νύκτωρ περιϊὼν τὰς οἰκήσεις τῶν μοναχῶν, λάθρα τὴν ἑκάστου ὑδρίαν ἐπλήρου ὕδατος: ἦν δὲ τοῦτο λίαν ἐργῶδες: τῶν

632
μὲν γὰρ, σταδίοις δέκα: τῶν δὲ, εἴκοσι: τῶν δὲ, καὶ τριάκοντα καὶ πλέον διειστήκει ὁ τόπος ὅθεν ὑδρεύοντο. Διέμεινε δὲ ἐπὶ πολὺ τὴν προτέραν ἰσχὺν ἔχων, καίπερ ταῖς πολλαῖς ἀσκήσεσι καθελεῖν ταύτην σπουδάζων,

καὶ τὸ σῶμα ταῖς ταλαιπωρίαις πιέζων. Λέγεται γοῦν ποτὲ λῃστὰς καταδραμόντας τὸν τόπον ἐν ᾧ μόνος ἐφιλοσόφει, συλλαβέσθαι πάντας καὶ δῆσαι, καὶ τέσσαρας ὄντας τοῖς ὤμοις ἐπιθεῖναι, καὶ εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν, καὶ συμμονάζουσιν ἐπιτρέψαι τὰ περὶ αὐτῶν, ὡς μὴ θεμιτὸν αὐτῷ ἔτι μηδένα κακῶς ποιεῖν.

Φασὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετὴν μηδενὶ τοσαύτην ὑπάρξαι μεταβολήν: ὥστε ἄκρου μὲν ἐπιψαῦσαι μοναστικῆς φιλοσοφίας: ἐξαίσιον δὲ φόβον τοῖς δαίμοσιν ἐμποιῆσαι, καὶ πρεσβύτερον γενέσθαι τῶν ἐν Σκήτει μοναχῶν. Ὁ μὲν οὖν τοιοῦτος ὢν,

πολλοὺς ἀρίστους μαθητὰς καταλιπὼν, ἀμφὶ τὰ ἑβδομήκοντα καὶ πέντε ἔτη γεγονὼς ἐτελεύτησεν. Ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἐγένετο Παῦλος καὶ Παχὼν, Στέφανός τε καὶ Μωσῆς, ἄμφω Λίβυες, καὶ Πίωρ ὁ

633
Αἰγύπτιος. Ὤικουν δὲ, Παῦλος μὲν ἐν Φέρμῃ: ὄρος δὲ τοῦτο ἐν Σκήτει, οὐ μείους πεντακοσίων ἀσκητὰς ἔχον. Εἰργάζετο δὲ οὐδὲν,