Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ Οὐάλης ὁ βασιλεὺς ἦκεν εἰς Τόμιν. Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο, καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος

592
περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων, κατέλιπεν αὐτὸν, καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν: καὶ ὁ λαὸς ἐπηκολούθησε.

Σχεδὸν δὲ πᾶσα ἡ πόλις συνεληλύθεισαν, βασιλέα τε ὀψόμενοι, καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες: ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ̓ αὐτὸν, χαλεπῶς ἤνεγκε τὴν ὕβριν: καὶ συλληφθέντα Βρεττανίωνα, εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε.

Καὶ οὐκ εἰς μακρὰν αὖθις ἐπανάγεσθαι ἐπέτρεψε. Χαλεπαίνοντας γὰρ οἶμαι πρὸς τὴν φυγὴν τοῦ ἐπισκόπου ἰδὼν τοὺς Σκύθας, ἐδεδίει μή τι νεωτερίσωσιν, ἀνδρείους τε ἐπιστάμενος, καὶ τῇ θέσει τῶν τόπων ἀναγκαίους τῇ Ῥωμαίων οἰκουμένῃ, καὶ τῶν κατὰ τόδε τὸ κλίμα βαρβάρων προβεβλημένους. Βρεττανίων μὲν οὖν ὧδε κρείττων ἀνεφάνη τῆς τοῦ κρατοῦντος σπουδῆς: ἀνὴρ τά τε ἄλλα ἀγαθὸς, καὶ ἐπὶ ἀρετῇ βίου ἐπίσημος, ὡς καὶ αὐτοὶ Σκῦθαι μαρτυροῦσιν.

Ὡς ἐπίπαν δὲ πᾶς κλῆρος ἐπειράθη διὰ ταῦτα τῆς τοῦ βασιλέως ὀργῆς, πλὴν τῶν πρὸς ἑσπέραν τῆς ἀρχομένης τῶν ἐκκλησιῶν: καθότι τῶν

593
ἐπέκεινα Ῥωμαίων ἦρχεν Οὐαλεντινιανὸς, ἐπαινέτης τε ὢν τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, καὶ εὐλαβῶς εἰς ἄγαν περὶ τὸ θεῖον ἔχων: ὡς μήτε ἐπιτάττειν τοῖς ἱερεῦσι μηδὲν, μήτε ἄλλως αἱρεῖσθαι νεωτερίζειν ἐπὶ χείρονι ἢ ἀμείνονι δοκοῦντι παρὰ τοὺς τῆς ἐκκλησίας θεσμούς: τάδε γὰρ κρείττω τῆς αὐτοῦ δοκιμασίας ἡγεῖτο, καίπερ βασιλεὺς ἄριστος γεγονὼς, καὶ ἱκανὸς ἄρχειν διὰ τῶν πραγμάτων φανείς.