Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Σύγχρονοι δὲ ὄντες αὐτός τε καὶ Γρηγόριος, ὁμόζηλοι ταῖς ἀρεταῖς, ὡς εἰπεῖν, ἐγνωρίζοντο. Ἄμφω μὲν γὰρ νέοι ὄντες, Ἱμερίῳ καὶ Προαιρεσίῳ, τοῖς τότε δοκιμωτάτοις σοφισταῖς ἐν Ἀθήναις ἐφοίτησαν: μετὰ ταῦτα δὲ, ἐν Ἀντιοχείᾳ Λιβανίῳ τῷ Σύρῳ: σοφιστεύειν δὲ καὶ δίκας ἀγορεύειν ὑπεριδόντες, φιλοσοφεῖν ἔγνωσαν κατὰ τὸν τῆς ἐκκλησίας νόμον.

Ἐπί τινα δὲ χρόνον τοῖς μαθήμασι τῶν παῤ Ἕλλησι φιλοσόφων ἐνδιατρίψαντες, καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν λόγων ἐξακριβώσαντες ἐκ τῶν Ὠριγένους, καὶ τῶν πρὸ αὐτοῦ καὶ μετ̓ ἐκεῖνον ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν βίβλων εὐδοκιμησάντων, μέγα ὄφελος κατὰ τὸν παρόντα καιρὸν ἐγένοντο τοῖς ὁμοδόξοις τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ἑκάτερος γὰρ ἀνδρείως συνίστατο

579
τούτῳ τῷ δόγματι πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας: καὶ διήλεγχεν ὡς μήτε τὰ ἄλλα ὀρθῶς φρονοῦντας, μήτε τὰς Ὠριγένους δόξας, αἷς μάλιστα ἐπηρείδοντο.

Κοινῇ δὲ συνθήκῃ, ἢ κλήρῳ, ὡς πρός τινων ἐπυθόμην, τοὺς κινδύνους ἐμερίσαντο. Καὶ Βασίλειος μὲν, τὰς πρὸς τὸν Πόντον περιϊὼν πόλεις, συνοικίας τε μοναχῶν πολλὰς ἐκεῖσε κατεστήσατο, καὶ τὰ πλήθη διδάσκων, ὁμοίως αὐτῷ φρονεῖν ἔπειθε.

Γρηγόριος δὲ, Ναζιανζοῦ πόλεως μικρᾶς ἐπισκοπεῖν μετὰ τὸν αὐτοῦ πατέρα λαχὼν, ἀλλαχῆ τε τούτου χάριν καὶ μάλιστα τῇ Κωνσταντινουπόλει συνεχῶς ἐπεδήμει. Οὐ πολλῷ δὲ ὕστερον τοῦ τῇδε λαοῦ προστατεῖν ἐπετράπη ψήφῳ πολλῶν ἱερέων: μήτε γὰρ ἐπισκόπου μήτε ἐκκλησίας οὔσης ἐνθάδε, ἐκινδύνευε μηκέτι εἶναι λοιπὸν ἐν Κωνσταντινουπόλει τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου.

580