Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ ἐπεὶ τάδε καλῶς ἔχειν ἔδοξεν, αἱροῦνται ἐπὶ τούτοις τρεῖς ἐξ αὐτῶν, Εὐστάθιόν τε τὸν ἐκ Σεβαστείας ἐπίσκοπον, καὶ Σιλβανὸν τὸν Ταρσοῦ, καὶ Θεόφιλον τὸν Κασταβάλων,

559
καὶ πρὸς Οὐαλεντινιανὸν τὸν βασιλέα πέμπουσι, γράψαντες Λιβερίῳ τῷ Ῥωμαίων ἐπισκόπῳ καὶ τοῖς ἀνὰ τὴν δύσιν ἱερεῦσιν, οἷα δὴ πίστιν δόκιμον καὶ βεβαίαν ἀπὸ τῶν ἀποστόλων ἔχουσι καὶ πρὸ τῶν ἄλλων προνοεῖν τῆς θρησκείας ὀφείλουσι, παντὶ σθένει συλλαβέσθαι τοῖς αὐτῶν πρέσβεσι, καὶ σὺν αὐτοῖς περὶ τῶν πρακτέων βουλεύσασθαι, ἕως ἂν δοκιμάσωσι διορθῶσαι τὰ τῆς ἐκκλησίας πράγματα.

Καὶ οἱ μὲν, εἰς Ἰταλίαν ἀφικόμενοι, ἔγνωσαν τὸν βασιλέα ἐν Γαλατίᾳ διάγειν, τοῖς παρακειμένοις τῇδε βαρβάροις μαχόμενον. Ἀπόρου δὲ φανείσης αὐτοῖς τῆς ἐπὶ Γαλάτας ὁδοῦ διὰ τὸν πόλεμον, ἔδωκαν Λιβερίῳ τὰ γράμματα.

Κοινωσάμενοί τε περὶ ὧν ἐπρεσβεύοντο, καταγινώσκουσιν Ἀρείου, καὶ τῶν ὁμοίως αὐτῷ φρονούντων καὶ διδασκόντων̔. Ἀποκηρύττουσι δὲ καὶ πᾶσαν αἵρεσιν ἐναντιουμένην τῇ πίστει τῆς ἐν Νικαίᾳ συνόδου: καὶ τὸ ὁμοούσιον ὄνομα δέχονται,

560

ὡς τῷ ὁμοίῳ κατ̓ οὐσίαν τὰ αὐτὰ σημαῖνον. Ὡς δὲ τούτων ἔγγραφον ὁμολογίαν αὐτῶν ἔλαβε Λιβέριος, ἐκοινώνησεν αὐτοῖς: καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε, τῆς ὁμονοίας καὶ τῆς περὶ τὸ δόγμα συμφωνίας ἐπαινῶν: καὶ τὰ πρὸς τοὺς πρέσβεις πεπραγμένα ἐμήνυσεν. Ἦν δὲ τῶν ἀμφὶ τὸν Εὐστάθιον, ἡ ὁμολογία ἥδε.