Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, ὁμώνυμος τῷ βασιλεῖ Οὐαλεντινιανῷ γίνεται παῖς κατὰ τὴν δύσιν: οὐ πολλῷ δὲ ὕστερον, καὶ Γρατιανὸς ὃν πρὸ τῆς ἀρχῆς εἶχε,

καθίστατο βασιλεύς. Ἐν τούτῳ δὲ, καίπερ παρὰ τὸ εἰωθὸς χαλάζης ἐμφεροῦς λίθοις ἐν πολλοῖς τόποις καταρραγείσης, καὶ μεγίστων σεισμῶν ἄλλαις τε πόλεσι, καὶ Νικαίᾳ τῇ Βιθυνῶν εἰς ἄγαν λυμῃναμένων, οὐκ ἐπαύσαντο Οὐάλης τε ὁ βασιλεὺς καὶ Εὐδόξιος ὁ ἐπίσκοπος, τοὺς ἑτέρως αὐτοῖς δοξάζοντας Χριστιανοὺς

558
ἐκδιώκοντες. Καὶ πρὸς μὲν τοὺς ὁμοδόξους τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν, ἐδόκει πως αὐτοῖς κατωρθῶσθαι τὸ σπουδαζόμενον. Ἐν γὰρ τῷ πλείονι τῆς ὑπὸ Οὐάλεντος ἀρχομένης, καὶ μάλιστα ἀνά τε Θρᾴκην καὶ Βιθυνίαν καὶ Ἑλλήσποντον, καὶ ἔτι τούτων προσωτέρω, οὔτε ἐκκλησίας, οὔτε ἱερέας εἶχον.

Πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολυπλασίους αὐτῶν ὄντας κατὰ τόδε τὸ κλίμα, ἐχαλέπαινον: καὶ τραπέντες ἐπ̓ αὐτοὺς, οὐ μετρίως ἐδίωκον. Οἱ δὲ, δέει τῶν ἐπικειμένων κακῶν, διαπρεσβευόμενοι πρὸς ἀλλήλους κατὰ πόλεις ἄμεινον ἐδοκίμασαν ἐπὶ Οὐαλεντινιανὸν καὶ τὸν Ῥωμαίων ἐπίσκοπον καταφυγεῖν, κἀκείνοις μᾶλλον ἢ Εὐδοξίῳ καὶ Οὐάλεντι καὶ τοῖς ἀμφ̓ αὐτοὺς κοινωνεῖν τῆς πίστεως.