Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ Θεοδώρου τοῦ σκευοφύλακος Ἀντιοχείας: καὶ ὡς τῶν σκευῶν χάριν Ἰουλιανὸς ὁ θεῖος τοῦ παραβάτου σκωληκόβρωτος ἐγένετο.

Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι,

459
καὶ εἰς τοὺς βασιλέως καταθέσθαι θησαυροὺς, πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς Ἀντιοχέων ἐκκλησίας, καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς: μόνον δὲ Θεοδώριτον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως: ὃν ὡς φύλακα τῶν κειμηλίων, τὴν τούτων γνῶσιν καταμηνύσαι δυνάμενον, συλλαβὼν, δεινῶς ᾐκίσατο: καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν βάσανον ἀνδρείως ἀποκρινάμενον, καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ηὐδοκιμηκότα.

Ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληΐσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους, ἐπετώθασε: καὶ βλασφημήσας

460
ὅσα γὲ ἠβούλετο τὸν Χριστὸν, ἐκάθισεν ἐπ̓ αὐτῶν, καὶ τὴν ὕβριν ἐπηύξησεν. Αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη: κατασαπεῖσαί τε αἱ τῇδε σάρκες, εἰς σκώληκας μετέβαλον,

καὶ τὸ πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. Καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει, διὰ παντοδαπῶν φαρμάκων πείρας ἐληλύθεισαν: πολυτίμους τε καὶ πλείονας ὄρνεις θύοντες, τὰ τούτων λίπη τὰ διεφθορότα μόρια ἐπέπλαττον, καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. Ἀλλ̓ οὐδὲν ἤνυον: ἐν βάθει γὰρ κατακρυπτόμενοι, πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἕως ὅτου αὐτὸν ἀνεῖλον, οὐ διέλιπον κείροντες.

Ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν

461
ταμιείων φύλαξ, καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες.