Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Οἷα κακὰ Καισαρεῦσιν ὁ Ἰουλιανὸς διεπράξατο: καὶ περὶ τῆς παρρησίας Μάρι τοῦ ἐπισκόπου Χαλκηδόνος.

Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα, καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ

445
καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεύς: καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ πρῶτον ὀνομαζομένη.

Ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας, ὡς πανδημεὶ χριστιανίζοντας, καὶ πάλαι καθελόντας τοὺς παῤ αὐτοῖς νεὼς, πολιούχου Διὸς, καὶ πατρῴου Ἀπόλλωνος: ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνετράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει, καὶ ἐδυσφόρει.

Καὶ Ἕλληνας μὲν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο, ὡς μὴ ἐπαμύνοντας, καὶ, εἰ παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας.

Πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς αὐτῆς

446
ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς μέσον φέρεσθαι προσέταξεν: αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ ταμιείῳ ἐκτίσαι: κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν: ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν Ῥωμαίων στρατιαῖς νομίζεται.

Τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶν ἀπογράψασθαι, καὶ καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν: ἔνορκον δὲ ἠπείλησεν, ὡς εἰ μὴ τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν, καὶ κακοποιῶν τὴν πόλιν: καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν: ὧδε γὰρ ἐπιτωθάζων καλεῖν εἴωθε τοὺς Χριστιανούς.

Ἐξέβη δ̓ ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλὴ, εἰ μὴ θᾶττον ἐτελεύτησεν. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν, οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς, φιλανθρωπότερος ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν: ἀλλ̓ ἐκ τῶν φθασάντων εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν Ἑλληνισμοῦ: ταύτῃ δὲ μάλιστα τὰ Χριστιανῶν ἠυξῆσθαι, καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ τῶν διὰ τὸ δόγμα

447

ἀποθανεῖν ἑλομένων. Ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν χρῆσθαι, ἢ σιδήρῳ, ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς, ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης: λόγῳ δὲ καὶ παραινέσεσι πείθειν ἡγεῖτο τὰ πλήθη εἰς Ἑλληνισμὸν μεταβαλεῖν: καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάσασθαι μὴ ἀξιώσας,

ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον, ἀσεβῆ τε δημοσίᾳ

448
ὑβρίσαι, καὶ ἄθεον καὶ παραβάτην ἀποκαλέσαι: τὸν δὲ, μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν: ὑπὸ χειραγωγῷ γὰρ ἐληλύθει, γέρων ὢν, καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυμένος.

Ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλασφημῶν, Οὐδὲ ὁ Γαλιλαῖός σου Θεὸς, εἶπε, θεραπεύσει σε: ὑπολαβὼν Μάρις, Ἀλλ̓ ἐγὼ χάριν ἔχω τῷ Θεῷ μου τῆς τυφλώσεως, ἔφη, ἵνα μή σε θεάσωμαι τῆς εὐσεβείας ἐκπεπτωκότα. Καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινόμενος παρέδραμεν. Ὤιετο γὰρ ταύτῃ μᾶλλον Ἑλληνισμὸν κρατύναι, ἀνεξίκακον καὶ πρᾷον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς.