Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ταύτης δὲ τῆς γνώμης καὶ περὶ πάντας τοὺς Χριστιανοὺς ὑπῆρχεν, ἀφορμῆς λαβόμενος: ὅπουγε καὶ μηδὲν ἐγκαλεῖν ἔχων, παραιτουμένους θύειν ἰσοπολιτείας ἐφθόνει καὶ συλλόγων καὶ ἀγορῶν μετέχειν: καὶ τοῦ δικάζειν ἢ ἄρχειν ἢ ἀξιωμάτων κοινωνεῖν οὐ μετεδίδου: οὐ μὴν οὐδὲ τοὺς αὐτῶν παῖδας ξυνεχώρει ἐκδιδάσκεσθαι τοὺς παῤ Ἕλλησι ποιητὰς καὶ συγγραφέας,

οὐδὲ τοῖς τούτων διδασκάλοις φοιτᾷν. Ἐλύπει γὰρ αὐτὸν οὐ μετρίως Ἀπολινάριος ὁ Σύρος, πρὸς παντοδαπὴν εἴδησιν καὶ λόγων ἰδέαν παρεσκευασμένος: Βασίλειός τε καὶ Γρηγόριος οἱ Καππαδόκαι, παρευδοκιμοῦντες τοὺς τότε ῥήτορας: ἀλλοί τε

501
ἐπὶ τούτοις πλεῖστοι ἐλλόγιμοι, ὧν οἱ μὲν ἐζήλουν τὰ ἐν Νικαίᾳ δόξαντα: οἱ δὲ ἐκ τῆς Ἀρείου ὥρμηντο αἱρέσεως.

Ἐντεῦθεν οὖν μόνον δημιουργεῖσθαι τὸ πεῖθον οἰόμενος, οὐ συνεχώρει τοῖς Χριστιανοῖς ἐν τοῖς τῶν Ἑλλήνων ἀσκεῖσθαι μαθήμασιν. Ἡνίκα δὴ Ἀπολινάριος οὗτος εἰς καιρὸν τῇ πολυμαθίᾳ καὶ τῇ φύσει χρησάμενος, ἀντὶ μὲν τῆς Ὁμήρου ποιήσεως ἐν ἔπεσιν ἡρῴοις τὴν Ἑβραϊκὴν ἀρχαιολογίαν συνεγράψατο μέχρι τῆς τοῦ Σαοὺλ βασιλείας, καὶ εἰς εἰκοσιτέσσαρα μέρη τὴν πᾶσαν πραγματείαν διεῖλεν, ἑκάστῳ τόμῳ προσηγορίαν θέμενος ὁμώνυμον τοῖς παῤ Ἕλλησι στοιχείοις κατὰ τὸν τούτων ἀριθμὸν καὶ τὴν τάξιν.

Ἐπραγματεύσατο δὲ καὶ τοῖς Μενάνδρου δράμασιν εἰκασμένας κωμῳδίας. Καὶ τὴν Εὐριπίδου τραγῳδίαν, καὶ τὴν Πινδάρου λύραν ἐμιμήσατο. Καὶ ἁπλῶς εἰπεῖν, ἐκ τῶν θείων γραφῶν τὰς ὑποθέσεις λαβὼν τῶν ἐγκυκλίων καλουμένων μαθημάτων, ἐν ὀλίγῳ χρόνῳ ἐπενόησεν ἰσαρίθμους καὶ ἰσοδυνάμους πραγματείας, ἤθει τε καὶ φράσει καὶ

502
χαρακτῆρι καὶ οἰκονομίᾳ ὁμοίᾳ τοῖς παῤ Ἕλλησιν ἐν τούτοις ἐυδοκιμήσασιν.

Ὥστε εἰ μὴ τὴν ἀρχαιότητα ἐτίμων οἱ ἄνθρωποι, καὶ τὰ συνήθη φίλα ἐνόμιζον, ἐπίσης, οἶμαι, τοῖς παλαιοῖς τὴν Ἀπολιναρίου σπουδὴν ἐπῄνουν, καὶ ἐδιδάσκοντο ταύτην, πλέον αὐτοῦ τὴν εὐφυΐαν θαυμάζοντες, ὅσῳ γὲ τῶν μὲν ἀρχαίων ἕκαστος περὶ ἓν μόνον ἐσπούδασεν: ὁ δὲ, τὰ πάντα ἐπιτηδεύσας, ἐν κατεπειγούσῃ χρείᾳ τὴν ἑκάστου ἀρετὴν ἀπεμάξατο.

Οὐκ ἀγεννὴς δὲ καὶ πρὸς αὐτὸν τὸν βασιλέα, ἤτοι τοὺς παῤ Ἕλλησι φιλοσόφους, ἐστὶν αὐτοῦ λόγος, ὃν ὑπὲρ ἀληθείας ἐπέγραψεν: ἐν ᾧ καὶ δίχα τῆς τῶν ἱερῶν λόγων μαρτυρίας, ἔδειξεν αὐτοὺς ἀποβουκοληθέντας τοῦ δέοντος περὶ Θεοῦ φρονεῖν.

Τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς, τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν, Ἀνέγνων, ἔγνων, κατέγνων: τοὺς δὲ, πρὸς ταῦτα ἀντιγράψαι, Ἀνέγνως,

503
ἀλλ̓ οὐκ ἔγνως: εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως.

Εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάτῃ τῆς Καππαδοκῶν ἐκκλησίας ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι: καὶ οὐκ ἀπεικός: ἀλλ̓ εἴτε αὐτοῦ, εἴτε ἄλλου ταῦτα ἐστὶν, ἄγασθαι δικαιον ἀνδρείας καὶ παιδεύσεως τὸν γράψαντα.