Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὅπως οἱ ἀμφὶ Μακεδόνιον τοῖς περὶ Ἀκάκιον Ἀρειανοῖς διεφέροντο, καὶ τί ἦσαν ἀπολογούμενοι.

Ἐν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν Ἐλεύσιος, καὶ Εὐστάθιος, καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι, ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους τινὰς ἐποιήσαντο.

Καὶ τοὺς ἀμφὶ Ἀκάκιον, τήν τε βεβαιωθεῖσαν ἐν Ἀριμίνῳ πίστιν ἀπεκήρυξαν: τῇ δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο. Ἐγκαλούμενοι δὲ τί δήποτε πρὸς τοὺς ἀμφὶ Ἀκάκιον διαφέρονται, πρότερον αὐτοῖς

481
ὡς ὁμοδόξοις κοινωνοῦντες,

τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο: ὡς οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον: Ἀέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ̓ οὐσίαν ἀνόμοιον: καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι: ὁ δὲ σφόδρα τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φύσεως διΐστα τὴν οἰκειότητα: σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν καθ̓ ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι, ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων. Καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο.