Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ, ἔτι Ἀθανασίου κρυπτομένου, ἐπανελθὼν Γεώργιος εἰς Ἀλεξάνδρειαν, χαλεπῶς ἐκάκου τοὺς Ἕλληνας, καὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας Χριστιανούς: ἐκατέρους τε γὰρ ὡς ἐβούλετο θρησκεύειν ἐβιάζετο, καὶ παραιτουμένους ἤλαυνεν. Ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ, ὡς ὑπερορῶν αὐτοὺς, καὶ τοῖς ἄρχουσιν ἐπιτάττων: παρὰ δὲ τοῦ πλήθους,

ὡς τυραννικὸς, καὶ πλέον πάντων δυνάμενος. Ἐχαλέπαινε δὲ μάλιστα τὸ Ἑλληνικὸν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε, καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν

426
τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. Ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω.

Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν Ἱεροσολύμων ἐκκλησίαν Ἐρέννιος, καὶ μετ̓ ἐκεῖνον Ἡράκλειος: ἐφεξῆς τε τούτου, Ἱλάριος. Τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν, μέχρι τῆς Θεοδοσίου βασιλείας: ἡνίκα δὴ Κύριλλος εἰς τὸν αὐτοῦ πάλιν ἐπανῆλθε θρόνον.

περὶ τῆς ἀποστασίας Ἰουλιανοῦ τοῦ παραβάτου, καὶ περὶ τῆς τελευτῆς βασιλέως Κωνσταντίου.

ΚΑΙ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὴν ἐκκλησίαν συνέβη. Ἐν τούτῳ δὲ Ἰουλιανὸς ὁ Καῖσαρ, μάχῃ κρατήσας τῶν παρὰ τὸν Ῥῆνον ποταμὸν βαρβάρων, τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. Λαμπρὸς δὲ τηνικάδε φανεὶς, καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας

428
κεχαρισμένος τοῖς στρατιώταις γεγονὼς,