Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ τοῦ Μαρτυρίου τῶν ἁγίων Νοταρίων.

Προῆλθε γὰρ τὸ κακὸν καὶ μέχρι φόνων: καὶ γὰρ δὴ ἄλλοι τινὲς ἀνῃρέθησαν, καὶ Μαρτύριος καὶ Μαρκιανός: οὓς συνοίκους ὄντας Παύλου, λόγος ἀνδρείως ἀποθανεῖν παραδοθέντας ὑπὸ Μακεδονίου τῷ ὑπάρχῳ, ὡς αἰτίους γενομένους τῆς Ἑρμογένους ἀναιρέσεως,

317
καὶ τῆς κατ̓ αὐτοῦ στάσεως. Ἦν δὲ ὁ μὲν, ὑποδιάκονος: ὁ δὲ Μαρκιανὸς, ψάλτης καὶ ἀναγνώστης τῶν θείων γραφῶν: ὁ δὲ τάφος αὐτοῖς ἐστὶν ἐπίσημος, πρὸ τοῦ τείχους τῆς Κωνσταντινουπόλεως, οἷά γε μαρτύρων μνῆμα, εὐκτήριον οἶκον περικείμενος.

Ὃν οἰκοδομεῖν ἤρξατο Ἰωάννης: ἐτελεσιούργησε δὲ Σισίνιος, οἱ μετὰ ταῦτα προστάντες τῆς Κωνσταντινουπόλεως ἐκκλησίας. Οὐ γὰρ ἄξιον νενομίκασι μαρτυρίας γερῶν ἀμοιρεῖν αὐτοὺς ὑπὸ Θεοῦ τιμωμένους, καθότι καὶ ὁ τῇδε τόπος, τῶν ἐπὶ θάνατον ἀγομένων ἐνθάδε τὰς κεφαλὰς ἀποτεμνομένων, τὸ πρὶν ἄβατος ὢν ὑπὸ φασμάτων, ἐκαθάρθη: καὶ δαιμονῶντες τῆς νόσου ἀπηλλάγησαν, καὶ πολλὰ ἄλλα παράδοξα ἐπὶ τῷ τάφῳ αὐτῶν συνέβη.

Τάδε μὲν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. Εἰ δέ τῳ οὐ πιθανὰ εἶναι

318
δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν: ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται.