Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Περὶ τῶν πραχθέντων τῇ ἐν Ἀριμίνῳ συνόδῳ.
Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην, οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς, εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον: καὶ γράφει τοῖς τότε ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ, τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι: ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίας οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος
Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. Καὶ ἔφθανε ἡ ἐν Ἀριμίνῳ συστᾶσα σύνοδος. Ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. Καὶ περὶ μὲν Ἀθανασίου μηδὲν ἀνακινεῖν, ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον.
Ζητήσεως δὲ οὔσης εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος, καὶ Γάϊος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς Ῥωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ Πατρὶ τὸν Υἱὸν
Ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι: χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι, μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται, διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων: ἄμεινον γὰρ εἶναι, ἀμαθέστερον διαλεγομένους, ὀρθῶς περὶ Θεοῦ δοξάζειν, ἢ καινότητας ὀνομάτων ἐπεισάγειν,
διαλεκτικῆς τερθρείας συγγενεῖς. Ὑπῃνίττοντο δὲ, μᾶλλον καὶ φανερῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα, ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς, καὶ τοῖς πολλοῖς ἀσαφές: ἀντὶ δὲ τούτου, ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν Υἱὸν κατὰ τὰς θείας γραφάς.
Ἐπεὶ δὲ ταῦτα περιέχουσαν καὶ τὴν προκομισθεῖσαν παῤ αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι
Ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου, καὶ Δημοφίλου, καὶ Γαΐου, ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων, καὶ τῶν ἐν τῇ Νικαίᾳ συνεληλυθότων: ὥστε τὰς μὲν ἄλλας ἀποκηρῦξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις, καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ̓ ἀρκεῖσθαι τοῖς φθάσασιν.
Ἄτοπον γὰρ εἶναι, ὡς νῦν ἀρχομένους
Καὶ οἱ μὲν τάδε προϊσχόμενοι, οὐδὲν ἠξίουν νεωτερίζειν: μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ̓ ἐνισταμένους κρατεῖν ἣν προΐσχοντο πίστιν, καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.
Καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι, προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου: ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ, γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν: ἀΐδιον δὲ λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ παραιτεῖσθαι: καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης, ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων, καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων.
Ἐπεὶ δὲ τάδε ἐν Ἀριμίνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει, σπουδῇ πρὸς βασιλέα παρεγένοντο.