Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Σπουδαζομένης δὲ τῆς συνόδου, λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον, καὶ Οὐρσάκιον καὶ Οὐάλεντα, ὡς τῶν πανταχῆ ἐπισκόπων, οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς Ἀντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνει: καὶ ὡς εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς Ἀετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν, ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν: κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως, ἐν Ἀριμίνῳ συνελθεῖν:

τοὺς δὲ ἀπὸ τῆς ἕω, ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας: ἵνα, ῥᾳδίου ὄντος

367
ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον: εἰ δὲ μὴ, θατέραν: ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. Συνέπραττον δὲ αὐτοῖς ταῦτα, Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν, καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει, χάριν αὐτῷ Εὐσεβίῳ φέροντες.