Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς Ῥώμης εἰς Σίρμιον ὁ βασιλεὺς, πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων, μετακαλεῖται Λιβέριον ἐκ Βεροίας. Παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ Πατρὶ

356
τὸν Υἱὸν ὁμοούσιον. Ἐνέκειντο δὲ, καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν, πλείστην παῤ αὐτῷ παρρησίαν ἄγοντες, Βασίλειος καὶ Εὐστάθιος καὶ Ἐλεύσιος.

Οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων, καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου, καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς Ἀντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾷν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον, Ἀθανάσιόν τε καὶ Ἀλέξανδρον, καὶ Σεβηριανὸν καὶ Κρίσκεντα, οἳ ἐν Ἀφρικῇ ἱέρωντο. Ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου, καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος, καὶ ὅσοι ἐκ τῆς ἕω παρῆσαν.

Ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου, ἀποκηρύττουσαν τοὺς μὴ κατ̓ οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνοντας. Ἡνίκα

357
γὰρ τὴν Ὁσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν Ἀντιοχείᾳ τῇ Ἀετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε, καὶ ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζει.

Ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέσβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ Ῥώμην ἐπάνοδον: γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι, Φίληκι τῷ ἡγουμένῳ τότε τῆς Ῥωμαίων ἐκκλησίας, καὶ τῷ ἐνθάδε κλήρῳ: ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον, καὶ κοινῇ ἱερᾶσθαι μεθ̓ ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν,

καὶ τὴν Λιβερίου ἀποδημίαν. Οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον, καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ, ἠγάπα ὁ τῶν Ῥωμαίων δῆμος: ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν, καὶ μέχρι φόνων χωρῆσαι. Ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος, μόνος Λιβέριος τῆς ἐκκλησίας προΐστατο.

Ταύτῃ πῆ τοῦ Θεοῦ διοικήσαντος, ὥστε τὸν

358
Πέτρου θρόνον μὴ ἀδοξεῖν, ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον: ὃ διχονοίας σύμβολόν ἐστι, καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον.