Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Νικητὴς Κωνστάντιος μέγιστος σεβαστὸς, τῇ κατὰ Ἀντιόχειαν ἁγίᾳ ἐκκλησίᾳ. Εὐδόξιος οὐ παῤ ἡμῶν ἧκε: μηδεὶς οὕτως οἰέσθω. Πόρρω τοῦ προστίθεσθαι τοῖς τοιούτοις ἐσμέν. Εἰ δὲ μετὰ ἄλλων καὶ τοῦτο σοφίζονται, εὔδηλοι δήπουθεν εἰσὶν εἰς τὸ κρεῖττον κομψευόμενοι. Τίνων γὰρ ἂν ἑκόντες ἀπόσχοιντο, οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ̓ ἄλλης εἰς ἄλλην μεταπηδῶντες, ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες ἐπιθυμίᾳ τοῦ πλείονος.

Εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφιστὰς, οὓς οὐδὲ ὀνομάζειν θέμις: ἐργαστήριον πονηρὸν τὸ δυσσεβέστατον.

353
Πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. Πάντως ἐκ τῶν λόγων τὸν Ἀέτιον γνωρίζετε, καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας: οἷς ἓν μόνον τοῦτο ἔργον ἐστὶ, τὸ διαφθείρειν τὰ πλήθη.

Ἀλλ̓ οἱ κομψοὶ καὶ πρὸς πάντα εὔτολμοι, ἤδη τὶ τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. Ταῦτα παῤ ἐκείνων μὲν ᾅδεται, τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων. Ἔστι δ̓ οὐδ̓ ὅλως ποθεν, οὐδ̓ ἐγγύς.

Καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ πίστεως ἐσκοποῦμεν: ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο ὁ υἱὸς τοῦ θεοῦ, καὶ κατ̓ οὐσίαν ὅμοιος τῷ πατρί. Ἀλλ̓ οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες εὐχερῶς τὰ παριστάμενα, ἐς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καὶ ἄλλα τινὰ παρὰ τὰ ὄντα νομίζειν,

καὶ τοὺς ἄλλους πειρᾶσθαι διδάσκειν. Οἷς ὅτι μὲν εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν. Ἀρκέσει δὲ τέως εἵργεσθαι συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. Μὴ

354
γὰρ δὴ εἰπεῖν προαχθείην ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης ταύτης ἀπόσχοιντο.

Οἱ δὲ, καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ, τοὺς πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγείροντες, τούτους δὴ τοὺς τῶν αἱρέσεων ἀρχηγοὺς εἰς τὸν κλῆρον καταλέγουσι, σχῆμα σεμνὸν οὕτω κιβδηλεύοντας, ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντα. Καίτοι τίς ἂν εἰς ζῶντας τελῶν, τούτων ἀνάσχοιτο, οἳ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπιπλῶσι, τὴν δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν: ἓν τοῦτο μόνον ἔργον ἀγαπῶντες, τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκῶς. Ἐρρέτω πανοῦργόν τι σύστημα θειοτέροις θώκοις ἐνιδρύσαι.

Νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς φῶς ἥκειν καὶ μέσους, ὅσοι τῶν ἠθῶν ἐκφυγόντες, φόβῳ κατείχοντο πάλαι. Τὰ γὰρ δὴ σοφὰ τούτων ἐξήλεγκται: καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος κενὸς, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. Ἀνδρῶν ἀγαθῶν

355
ἔργον, τῇ πίστει τῶν πατέρων συζῆν, καὶ ταύτην ἐπαύξειν, ὡς εἴρηται: πέρα δὲ μὴ πολυπραγμονεῖν. Παραινέσαιμι δ̓ ἂν καὶ τοὺς ἐκ τοῦ βαράθρου ὀψέποτε μεταθεμένους, θέσθαι ταύτῃ τῇ ψήφῳ, ἣν οἱ τὰ θεῖα σοφοὶ ἐπὶ τοῦ κρείττονος ἐψηφίσαντο δεόντως ἐπίσκοποι. Ἐξ ἐκείνου μὲν οὖν τοῦτον τὸν τρόπον παῤ ὀλίγον ἐκινδύνευσε κρατεῖν ἡ τῶν Ἀνομοίων καλουμένη αἵρεσις.