Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Περὶ δὲ τοῦτον τὸν χρόνον εἰς τὸ φανερὸν ἐδίδασκεν Ἀέτιος ἣν εἶχε περὶ Θεοῦ δόξαν. Ἦν δὲ τότε διάκονος τῆς Ἀντιοχέων ἐκκλησίας, παρὰ Λεοντίου γενόμενος. Τὰ αὐτὰ δὲ Ἀρείῳ ἐδόξαζε, κτιστὸν, καὶ ἐξ οὐκ ὄντων, ἀνόμοιόν τε λέγων τῷ Πατρὶ τὸν Υἱόν. Ἐριστικὸς δέ τις εἰς ἄγαν ὢν, καὶ τολμηρὸς ἐν τοῖς

347
περὶ Θεοῦ λόγοις, ἀσφαλῶς τε καὶ ποικίλως τοῖς συλλογισμοῖς χρώμενος, ἔδοξεν ἑτερόδοξος εἶναι οἷς ὁμοίως ἐφρόνει.

Ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας, ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς Ἀρείῳ κεκοινωνηκότας μὴ δέον: Ὅτι, φησὶν, ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ, συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι.

Καὶ τὰ μὲν ὧδε λέγεται. Ἔτι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος, ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ Ἀντιοχείας ἐπίσκοπος. Ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας, ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς Συρίαν.

Ἐπιτραπεὶς δὲ τοῦτο, σπουδῇ καταλαμβάνει τὴν Ἀντιόχειαν: καὶ περιποιεῖται ἑαυτῷ τὴν ἐνθάδε ἐπισκοπὴν, μήτε Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου, μήτε Μάρκου τοῦ Ἀρεθούσης, οἳ δὴ τότε τῶν ἐν Συρίᾳ

348
ἐπισκόπων ἐπίσημοι ἦσαν, μήτε τῶν ἄλλων οἷς ἡ χειροτονία διέφερε, συνθεμένων. Λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων: οἳ ἅμα Εὐδοξίῳ τὸ Ἀετίου δόγμα ἐπῄνουν, καὶ ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ἐδόξαζον.

Ὡς οὖν ἐκράτησε τῆς Ἀντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος, περιφανῶς ἤδη προΐστατο τῆς τοιαύτης αἱρέσεως. Καὶ συνελθὼν ἐν Ἀντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος, καὶ Οὐράνιος ὁ Τύρου: ὃς μετὰ τοῦ ὁμοιοουσίου καὶ τὸ ὁμοούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα ἐψηφίσαντο.

Ὅσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων, ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονεικίας, βιασθεὶς

349
ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν: ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάνων, καὶ ὑπὲρ νοῦν ἀνθρώπων ὂν, οὐσίαν Θεοῦ πολυπραγμονεῖν.

Ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ Ὁσίου γράμματα, πρὸς αὐτοὺς ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες, καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες.