Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Τάδε μὲν ὧδε ἐφεξῆς, οὐ κατὰ τὸν αὐτὸν καιρὸν, Ἀθανασίῳ τε καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ συνέβη, μετὰ τὴν Κώνσταντος τελευτήν. Σαφηνείας δὲ χάριν

342

ταῦτα, συλλήβδην ἐνταῦθα διηγησάμην. Ἀπράκτου δὲ διαλυθείσης τῆς ἐν Μεδιολάνῳ συνόδου, τοὺς μὲν, ἀντειπόντας τοῖς κατὰ Ἀθανασίου σπουδάζουσιν, ἐκποδὼν ἐποίησεν ὁ βασιλεὺς, φυγὴν αὐτῶν καταδικάσας, περὶ πολλοῦ δὲ ποιούμενος πανταχοῦ τὴν ἐκκλησίαν συμφωνεῖν περὶ τὸ δόγμα, καὶ τοὺς ἱερέας ὁμονοεῖν, ἐβουλεύετο πανταχόθεν ἐπισκόπους εἰς τὴν δύσιν καλεῖν. Ἐννοούμενος δὲ ὡς ἐργῶδες τοῦτο διὰ τὸ μῆκος τῆς ἐν μέσῳ γῆς καὶ θαλάσπης, ἠπόρει μὲν ὅ, τι ποιήσει:

παντελῶς δὲ οὐ καθυφίει. Μένων δὲ ἐπὶ τῆς αὐτῆς γνώμης, πρὶν εἰς Ῥώμην ἐλθεῖν, καὶ τὴν εἰωθυῖαν Ῥωμαίοις ἐπιτελεῖν πομπὴν κατὰ τῶν νενικημένων, μετακαλεσάμενος Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον, ἔπειθεν ὁμόφρονα γενέσθαι τοῖς ἀμφ̓ αὐτὸν ἱερεῦσιν, ὧν ἦν καὶ Εὐδόξιος. Ἀντεροῦντα δὲ, καὶ ἰσχυριζόμενον μή ποτε τοῦτο ποιήσειν, προσέταξεν εἰς Βεροίην τῆς Θρᾴκης ἀπάγεσθαι.

Λέγεται

343
δὲ σὺν ταύτῃ πρόφασιν εἶναι τῆς Λιβερίου φυγῆς, καὶ τὸ μὴ ἑλέσθαι τὴν πρὸς Ἀθανάσιον κοινωνίαν ἀρνήσασθαι, ἀλλ̓ ἀνδρείως περὶ τούτου ἀντειπεῖν βασιλεῖ, ἐπαιτιωμένῳ ὡς τὰς ἐκκλησίας ἠδίκησε, καὶ τοῖν ἰδίοιν ἀδελφοῖν, τὸν μὲν πρεσβύτερον ἀπώλεσε, Κώνσταντα δὲ, ὅσον εἰς αὐτὸν ἧκεν, ἐχθρὸν αὐτῷ κατέστησε: προϊσχομένῳ δὲ τὴν κρίσιν τῶν πανταχοῦ, καὶ μάλιστα ἐν Τύρῳ κατ̓ αὐτοῦ συνεληλυθότων: τούτοις μὲν ὡς κατὰ πάντα πρὸς ἀπέχθειαν καὶ χάριν ἡδέως ψηφισαμένοις,

μὴ χρῆναι τίθεσθαι ἔλεγε Λιβέριος. Ἐζήτει δὲ τὴν μὲν ἐν Νικαίᾳ παραδοθεῖσαν πίστιν ὑπογραφαῖς τῶν πανταχοῦ ἐπισκόπων κρατύνεσθαι, καὶ τοὺς διὰ τοῦτο ἐν ὑπερορίαις διατρίβοντας μετακαλεῖσθαι.

Κατορθωθέντων δὲ τούτων, ὥστε μὴ ὀχληροὺς καὶ ἐπιζημίους δόξαι, δημοσίων ὀχημάτων ἢ χρημάτων μὴ μεταδοῦναι τινί: ἀλλ̓ ἰδίᾳ δαπάνῃ πάντας

344
εἰς τὴν Ἀλεξάνδρειαν συνελθεῖν, ἔνθα ὁ ἠδικηκὼς καὶ οἱ ἠδικημένοι, καὶ τῶν ἐγκλημάτων οἱ ἔλεγχοι,

καὶ ἀκριβὴς τῆς ἐπὶ τούτοις ἀληθείας βάσανος. Ἐπιδεικνύς τε τὴν ἐπὶ Ἀθανασίου ἔγγραφον μαρτυρίαν Οὐάλεντος καὶ Οὐρσακίου, ἣν ἐπιδεδώκασιν Ἰουλίῳ τῷ πρὸ αὐτοῦ τὸν τῶν Ῥωμαίων θρόνον ἐπιτροπεύσαντι, συγγνώμην αἰτοῦντες, καὶ τὰ πρὸς αὐτῶν ἐν τῷ Μαρεώτῃ πεπραγμένα, ψευδῆ καταμηνύοντες, ἠξίου μὴ καταδικάζειν αὐτοῦ ἀπόντος τὸν βασιλέα, μηδὲ τοῖς τότε ψηφισαμένοις πείθεσθαι, ἅτε δήλης τῆς ἐπιβουλῆς οὔσης.

Ἕνεκα δὲ τοῖν ἀδελφοῖν, μὴ προσδοκᾷν αὐτὸν ἀμύνεσθαι διὰ ἱερατικῆς χειρὸς, ἣν οὐχ ἕτοιμον εἰς τοῦτο, ἀλλ̓ εἰς ἁγιασμὸν καὶ πᾶσαν δικαίαν τε καὶ ἀγαθὴν πρᾶξιν τὸ θεῖον ἐνομοθέτησεν.

Ἐπεὶ οὖν οὐ καθυφῆκεν οἷς ἐπέταττε, προσέταξεν αὐτῷ ὁ βασιλεὺς εἰς τὴν Θρᾴκην ἀπάγεσθαι, εἰ μὴ μετάθοιτο τῆς γνώμης ἐντὸς ἡμερῶν δύο. Ἀλλ̓ ἐμοὶ, ἔφη Λιβέριος, ὦ βασιλεῦ, οὐ βουλῆς δεῖ: πάλαι γὰρ

345
ταῦτα εὖ μοι βεβούλευται καὶ δέδοκται, καὶ τῆς ὁδοῦ ἐντεῦθεν ἤδη ἔχομαι.

Λέγεται δὲ ἀπαγομένῳ αὐτῷ πεντακοσίους χρυσοῦς ἀποστεῖλαι: τὸν δὲ μὴ δεξάμενον, εἰπεῖν τῷ κομίσαντι: Ἄπιθι, καὶ ἄγγειλον τῷ πεπομφότι τὸ χρυσίον τοῦτο, δοῦναι τοῖς ἀμφ̓ αὐτὸν κόλαξι καὶ ὑποκριταῖς, οὓς ὑπὸ ἀπληστίας διηνεκὴς ἔνδεια ὁσημέραι ὀχλοῦσα κολάζει, ἀεὶ χρημάτων ἐπιθυμοῦντας, μηδέποτε δὲ κορεννυμένους: ἡμῖν δὲ ὁ Χριστὸς ὁ ἐν ἅπασι τῷ Πατρὶ ὅμοιος,

τροφεὺς καὶ ταμίας ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐκ δὴ τοιαύτης αἰτίας καὶ Λιβέριος ἀφῃρέθη τῆς Ῥωμαίων ἐκκλησίας: ἐπιτρέπεται δὲ ταύτην Φίληξ διάκονος τοῦ ἐνταῦθα κλήρου. Ὃν ὁμόφρονα φασὶ διαμεῖναι κατὰ τὴν πίστιν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, καὶ παντελῶς θρησκείας ἕνεκα ἀνέγκλητον. Τουτὶ δὲ μόνον ἐγκαλεῖσθαι, ὅτι γὲ πρὸ χειροτονίας, καὶ κοινωνίας ἑτεροδόξων

346

ἀνδρῶν ἠνέσχετο. Ὡς δὲ εἰσήλαυνεν εἰς Ῥώμην ὁ βασιλεὺς, καὶ πολὺς ἦν ὁ ἐνθάδε δῆμος περὶ Λιβερίου ἐκβοῶν, καὶ δεόμενος αὐτὸν ἀπολαβεῖν, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ ἐπισκόπων, ἀπεκρίνατο μετακαλεῖσθαι αὐτὸν, καὶ τοῖς αἰτοῦσιν ἀποδώσειν αὐτὸν, εἰ πεισθείη τοῖς συνοῦσιν αὐτῷ ἱερεῦσιν ὁμοφρονεῖν.